Ancient Greek · ~5 min
Page 121
Joannes Philoponus Phil., De aeternitate mundi 121
Not analysed yet
δʹ. Ὅτι ψευδὴς καὶ ἄτοπος ὁ Πλάτωνος λόγος ὁ λέγων ‘τὸ καλῶς ἁρμοσθὲν καὶ ἔχον εὖ λύειν ἐθέλειν κακοῦ’. καὶ ὅτι, ὥσπερ αἰτία τῆς τοῦ κόσμου συστάσεως ἡ ἀγαθότης ἐστὶν τοῦ θεοῦ, οὕτως καὶ τῆς λύσεως ἡ αὐτή ἐστιν αἰτία. εʹ. Ὅτι, εἴπερ δύναμιν ἔχει τῆς τοῦ κόσμου λύσεως ὁ θεός, ὡς καὶ αὐτοῖς δοκεῖ, καὶ λύσει πάντως αὐτόν, εἰ δὲ μὴ λύσῃ, ἢ οὐδὲ δύναμιν ἔχει τῆς τοῦ κόσμου λύσεως, δι' αὐτὸ δὲ τοῦτο οὐδὲ τῆς συνδέσεως, ἢ ἀτελὴς ἔσται κατὰ τὰς αὐτῶν ἐπιχειρήσεις τὴν δύναμιν μόνην ἔχων τῆς λύσεως ἄνευ τῆς ἐνεργείας. ϛʹ. Ὅτι, εἴπερ τὸ καλῶς ἁρμοσθὲν λύειν ἐθέλειν κακοῦ, ἔχει δὲ τοῦ λύειν τὸν κόσμον δύναμιν ὁ θεός, τοῦ κακὰ ποιεῖν τε καὶ κακύνειν δύναμιν ἕξει. ζʹ. Ἔκθεσις Πλατωνικῶν ῥητῶν, ὅτι κατὰ χρόνον γενητὸν εἶναι τὸν κόσμον βούλεται, καὶ σύντομος τῆς διανοίας αὐτῶν ὑπόμνησις. ηʹ. Ποσαχῶς τὸ γενητόν φασι λέγεσθαι οἱ Πλάτωνος ἐξηγηταὶ Ταῦρος, Πορφύριος, Πρόκλος, καὶ κατὰ ποῖον σημαινόμενον ἕκαστος αὐτῶν λέγεσθαι τὸν κόσμον παρὰ Πλάτωνος ὑπέθετο. θʹ. Ἔλεγχος τοῦ προτέρου τῶν τοῦ γενητοῦ σημαινομένων, ὅτι δυνατὸν οὕτω λέγεσθαι γενητὸν τὸν κόσμον ὡς ἐν τῷ γένει τῶν γενητῶν ὄντα, εἰ καὶ μὴ γέγονεν. ιʹ. Ὅτι γενητὸν λέγεσθαι ὑπὸ Πλάτωνος τὸν κόσμον φησὶν ὁ Πορφύριος ὡς ἐπινοίᾳ σύνθετον, εἰ καὶ