Ancient Greek · ~5 min
Page 124
Joannes Philoponus Phil., De aeternitate mundi 124
Not analysed yet
κδʹ. Ὅτι οὐ τῆς οὐσίας τῆς ψυχῆς τὴν γένεσιν ἐν Τιμαίῳ Πλάτων κατηγόρησεν ἀλλὰ τὴν πρὸς ἄλληλα σχέσιν καὶ τὴν ποιὰν κίνησιν, ἣν ἀπὸ τῆς ἐνούσης ψυχῆς ἔχουσι τὰ οὐράνια σώματα, διὰ τῆς ψυχογονίας ἐδίδαξεν. ἐν ᾧ ἱστορία σύντομος τῆς Πλάτωνος ψυχογονίας. κεʹ. Ὅτι ἀναγκαίως ὁ Πλάτων ἐκ τοῦ ὁρατὸν εἶναι καὶ ἁπτὸν τὸν κόσμον ἢ ἁπλῶς αἰσθητὸν τὸ καὶ κατὰ χρόνον γενητὸν αὐτὸν εἶναι συνελογίσατο. ἐν ᾧ, ὅτι καὶ κατὰ τὰ μέρη καὶ καθ' ὅλα αὐτὰ τὰ στοιχεῖα γενητά ἐστιν καὶ φθαρτὰ καὶ ὁ ἐξ αὐτῶν συγκείμενος κόσμος. κϛʹ. Ὅτι Πλάτων τὰ ἀεὶ ὄντα γένεσιν μὴ ἔχειν λέγων οὐδεμίαν αὐτῶν ἀποφάσκει γένεσιν ἢ μόνην τὴν κατὰ χρόνον. κζʹ. Μαρτυρίαι φιλοσόφων, ὅτι Πλάτων γενητὸν εἶναι κατὰ χρόνον τὸν κόσμον βούλεται καὶ οὔτε ὡς ἐν ὑποθέσει γεγονέναι λέγει οὔτε ὡς ἐν γενέσει τὸ εἶναι ἔχοντα. κηʹ. Ὅτι φύσει λυτὸν καὶ θνητὸν ὁ Πλάτων εἶναι λέγων τὸν κόσμον ἀκολούθως καὶ γεγονέναι αὐτὸν ἀπεφήνατο. καὶ ὅτι τῷ κατὰ τὸν λόγον τῆς ἰδίας φύσεως ἀθανάτῳ καὶ οὐκ ἐπίκτητον ἐξ ἑτέρου καὶ ἐπισκευαστὸν τῷ τὴν ἀθανασίαν ἔχοντι ἕπεται τὸ κατὰ Πλάτωνα ἀγένητον. κθʹ. Ὅτι, δι' ὧν ἄνοσόν τε καὶ ἀγήρω εἶναι λέγει τὸν κόσμον ὁ Πλάτων, δι' αὐτῶν τούτων σαφῶς δείκνυται, ὡς οὐ κατὰ φύσιν τοιοῦτον αὐτὸν εἶναι