Ancient Greek · ~5 min
Page 123
Joannes Philoponus Phil., De aeternitate mundi 123
Not analysed yet
σθαι ἀλλὰ καὶ ὡς παρὰ θεοῦ γεγονότα. καὶ ὅτι τὸ ἀπ' ἄλλων ἐπὶ ἄλλα σημαινόμενα τοῦ γενητοῦ μεταβαίνειν τεκμήριόν ἐστιν τοῦ βιάζεσθαι αὐτοὺς τὴν Πλάτωνος διάνοιαν. ηιʹ. Ὅτι ἀδύνατον περὶ τοῦ εἰ κατ' αἰτίαν γενητός ἐστιν ὁ κόσμος ζητεῖν τὸν Πλάτωνα, ἐν οἷς φησιν ‘πότερον ἦν ἀεὶ γενέσεως ἀρχὴν ἔχων οὐδεμίαν’ καὶ τοῖς παραπλησίοις. θιʹ. Ὅτι ἀδύνατον γενητὸν μὲν ἀκούειν Πλάτωνος λέγοντος τὸ κατ' αἰτίαν γενητόν, ἀγένητον δὲ τὸ κατὰ χρόνον καὶ οὐ κατ' αἰτίαν ἀγένητον. κʹ. Ὅτι αὐτὸς ὁ Πλάτων σαφῶς διέστειλεν τήν τε περὶ τῆς κατὰ χρόνον τοῦ κόσμου γενέσεως διδασκαλίαν καὶ τὴν περὶ τῆς κατ' αἰτίαν. καʹ. Ὅτι οὐ καθ' ὑπόθεσιν, ὥς φασιν, εὐσεβείας ἢ διδασκαλίας χάριν ὡς γινόμενον τὸν κόσμον ὁ Πλάτων εἰσηγεῖται, καὶ ὅτι, δι' ὧν ταῦτα λέγουσιν, ἀνασκευάζουσι τὰ πρότερα τοῦ γενητοῦ σημαινόμενα. κβʹ. Ὅτι κακῶς ὁ Ταῦρος ἐν τῷ ‘ἡμᾶς τοὺς περὶ τοῦ παντὸς λόγους ποιεῖσθαί πῃ μέλλοντας, εἰ γέγονεν ἢ καὶ ἀγενές ἐστιν’ τὸν ἤ διαζευκτικὸν ἢ διαπορητικὸν σύνδεσμον εἰς τὸν εἴ μετέθηκεν ‘εἰ καὶ ἀγενές ἐστιν’ λέγων, καὶ ὅτι οὐδὲ ‘ἀειγενές ἐστιν’ γράφειν ἐνδέχεται. κγʹ. Ὅτι οὐδὲ καθὸ ἐν κινήσει συνεχεῖ ἐστιν τὰ οὐράνια, γενητὸν εἶναι λέγει τὸν κόσμον ὁ Πλάτων.