Ancient Greek · ~5 min
Page 128
Joannes Philoponus Phil., De aeternitate mundi 128
Not analysed yet
δʹ. ‘Θεοὶ θεῶν, ὧν ἐγὼ δημιουργὸς πατήρ τε ἔργων, ἃ δι' ἐμοῦ γενόμενα ἄλυτα ἐμοῦ γε θέλοντος. τὸ μὲν οὖν δὴ δεθὲν πᾶν λυτόν, τό γε μὴν καλῶς ἁρμοσθὲν καὶ ἔχον εὖ λύειν ἐθέλειν κακοῦ’. ταῦτα μὲν Πλάτων. ‘εἰ οὖν’, φησὶν ὁ Πρόκλος, ‘κακὸν ἀμήχανον γενέσθαι τὸν ὄντως ἀγαθόν, ἀδύνατον λυθῆναι τὸν κόσμον· οὔτε γὰρ ὑπ' ἄλλου τινός, διότι μόνῳ τῷ δημιουργῷ λῦσαι δυνατόν, οὔτε τῷ δημιουργήσαντι, διότι τὸ καλῶς ἁρμοσθὲν λύειν ἐθέλειν κακοῦ. ἢ οὖν οὐ καλῶς ἥρμοσεν καὶ οὐκ ἔστιν ἄριστος ὁ δημιουργὸς ἢ καλῶς ἥρμοσεν καὶ οὐ λύσει μὴ κακυνθείς, ὅπερ ἀδύνατον. ὥστε ἄλυτον τὸ πᾶν· ὥστε ἄφθαρτον’. ὅτι μὲν οὖν καλῶς τὸ πᾶν ἥρμοσται, αὐτὴ τῶν εἰρημένων μαρτυρήσει ἡ αἴσθησις, ἀλλὰ δὴ καὶ τὸ θεῖον λόγιον ‘καὶ εἶδεν’ λέγον ‘ὁ θεὸς πάντα, ὅσα ἐποίησεν, καὶ ἰδοὺ πάντα καλὰ λίαν’. ὅτι δὲ καὶ ὁ τῶν εὖ ἡρμοσμένων δημιουργὸς ἄριστος καὶ τὸν ὄντως ἀγαθὸν ἀμήχανον κακυνθῆναι, αἱ σύμφυτοι πᾶσιν περὶ θεοῦ βοῶσιν ἔννοιαι. τούτων δὲ οὕτως ἐχόντων οὐχ ὁρῶ τὴν ἀνάγκην τοῦ λόγου, δι' ἣν τὸ καλῶς ἁρμοσθὲν καὶ ἔχον εὖ λύειν ἐθέλειν κακοῦ· τὰ γοῦν ἡμέτερα σώματα καὶ πάντων τῶν ζῴων τε καὶ φυτῶν καλῶς ἡρμόσθαι πᾶς ἄν τις ὁμολογήσειεν μηδὲν μήτε ἐλλεῖπον ἐχούσης μήτε περιττὸν τῆς ποι-