Ancient Greek · ~5 min
Page 129
Joannes Philoponus Phil., De aeternitate mundi 129
Not analysed yet
κίλης τῶν ζῴων τε καὶ φυτῶν διοργανώσεως ἀλλ' ἑκάστου μορίου τὴν οἰκείαν αὐτάρκως ἐκπληροῦντος χρείαν καὶ πάντων εἰς τὴν τοῦ ὅλου συννενευκότων σωτηρίαν. ἀλλὰ δὴ καὶ τὸ θέλειν τὸν δημιουργὸν τῶν μερικῶν ἕκαστον λύεσθαι καὶ μὴ ἀίδιον ἔχειν τὴν ὕπαρξιν καὶ πρότερον ἡμῖν ἐν τῷ τετάρτῳ δέδεικται λόγῳ· εἰ γὰρ ἠβούλετο τῶν μερικῶν ἕκαστον εἶναι ἀίδιον, ἦν ἂν πάντως ἀίδια· ἀνάγκη γὰρ πάντως ἢ βούλεσθαι τὸν δημιουργὸν φθαρτὰ εἶναι τὰ μερικὰ ζῷα ἢ μὴ βούλεσθαι· εἰ οὖν τὸ μὴ βούλεσθαι ψεῦδος (μὴ βουλομένου γὰρ αὐτὰ φθαρτὰ εἶναι πάντως ἂν ἔμενεν ἀδιάλυτα), τὸ ἄρα βούλεσθαι αὐτὰ τὸν δημιουργὸν φθαρτὰ εἶναι ἀληθές· εἰ δὲ φθαρτὰ εἶναι βούλεται τὰ μερικὰ ὁ θεός, καλῶς δὲ ἥρμοσται, βούλεται ἄρα τὰ καλῶς ἁρμοσθέντα πάλιν λύεσθαι. οὐκοῦν, ὡς τοῖς σοφοῖς δοκεῖ, ἢ οὐ καλῶς ἥρμοσται, ὅπερ ἄτοπον, ἤ, εἰ καλῶς ἥρμοσται, καὶ κακύνεσθαι τὸν δημιουργὸν αὐτῶν ἀνάγκη λύεσθαι τὰ καλῶς ἁρμοσθέντα βουλόμενον, εἴπερ, ὥς φασιν, τὸ καλῶς ἁρμοσθὲν καὶ ἔχον εὖ λύειν ἐθέλειν κακοῦ. οὐδὲν δὲ ἧττον ἡ αὐτὴ ἀτοπία δεικνύοιτο ἄν, καὶ εἰ μὴ ἐπὶ τοῦ πρώτου δημιουργοῦ κατ' αὐτοὺς ἀλλ' ἐπὶ τῶν κατ' οὐρανὸν θεῶν γυμνάζοι τις τὸν λόγον, οἷς ὁ πρῶτος προσέταξε δημιουργὸς τρέπεσθαι ἐπὶ τὴν τῶν θνητῶν ζῴων δημιουργίαν· ἀνάγκη γὰρ πᾶσα κἀκείνους τὴν γένεσιν καὶ τὴν φθορὰν ἐργαζομένους ἢ μὴ καλῶς ἁρμόζειν ἢ κακύνεσθαι τὰ καλῶς ἁρμοσθέντα