Ancient Greek · ~5 min
Page 136
Joannes Philoponus Phil., De aeternitate mundi 136
Not analysed yet
εἰδέναι μάλιστα ἔργον πεποιημένον πρῶτον λέγειν ἀρχόμενον ἀπὸ τῆς τοῦ κόσμου γενέσεως, τελευταῖον δ' εἰς ἀνθρώπου φύσιν’· καὶ πάλιν μετὰ βραχέα ἐπιφέρει ταῦτα ‘ἀλλ', ὦ Σώκρατες, τοῦτό γε δὴ πάντες, ὅσοι κατὰ βραχὺ σωφροσύνης μετέχουσιν, ἐπὶ παντὸς ὁρμῇ καὶ σμικροῦ πράγματος θεὸν ἀεί που καλοῦσιν· ἡμᾶς δὲ τοὺς περὶ τοῦ παντὸς λόγους ποιεῖσθαί πῃ μέλλοντας, εἰ γέγονεν ἢ καὶ ἀγενές ἐστιν, εἰ μὴ παντάπασιν παραλλάττομεν, ἀνάγκη θεούς τε καὶ θεὰς ἐπικαλουμένους εὔχεσθαι πάντα κατὰ νοῦν ἐκείνοις μὲν μάλιστα, ἑπομένως δ' ἡμῖν εἰπεῖν’. τίς μὲν οὖν ὁ σκοπὸς ἐν τούτοις τῷ Πλάτωνι, σαφῶς αὐτὸς εἶπεν, ὅτι περὶ τῆς τοῦ κόσμου λέγειν γενέσεως· εἶτα ἵνα μή τις αὐτὸν προχείρως καὶ ἄνευ ἀποδείξεως τὸ γεγονέναι τὸν κόσμον εἰληφέναι δόξῃ, ἐπαναλαβὼν τὸν λόγον πρόβλημα τοῦτον ποιεῖται καὶ φησὶν αὐτῷ προκεῖσθαι περὶ τοῦ παντὸς διδάξαι, τουτέστιν περὶ τοῦ κόσμου, πότερον γέγονεν ἢ ἀγένητός ἐστιν, διαίρεσιν τῶν ὄντων ποιησάμενος· τούτων γὰρ τὰ μὲν εἶναί φησιν ἀεὶ ὄντα καὶ ἀγένητα, τὰ δὲ γενητά τε καὶ γινόμενα· συνοίσει γὰρ αὐτῷ τοῦτο προληφθὲν εἰς τὴν τοῦ ζητουμένου κατάληψιν. ἔχει δὲ ἡ λέξις ἐφεξῆς οἷς προεκτεθείμεθα ῥήμασιν οὕτως ‘καὶ τὰ μὲν περὶ θεῶν ταύτῃ παρακεκλήσθω. τὸ δὲ ἡμέτερον πα-