Ancient Greek · ~5 min
Page 135
Joannes Philoponus Phil., De aeternitate mundi 135
Not analysed yet
τῶν αὐτοῦ λόγων παραστῆσαι σπουδάζων καὶ τοὺς παρεξηγησαμένους αὐτὸν ἀπελέγχειν πειρώμενος. εἰ μὲν οὖν μέλει τῶν ἐντυγχανόντων τινὶ καὶ τῆς τούτων ἀκριβοῦς γνώσεως, ἐφεξῆς διεξίτω τὸν λόγον, εἰ δέ τῳ μὴ πολύς ἐστιν λόγος περὶ τῆς εἰς τὸ προκείμενον πρόβλημα δόξης τοῦ Πλάτωνος, μόναις δὲ ταῖς ἐκ τῶν πραγμάτων ἀποδείξεσι προσανέχειν ἐσπούδακεν, ἐπὶ τὰ ἑξῆς μετίτω κεφάλαια. ζʹ. Πλεῖστοι μὲν καὶ τῶν τὰ Πλάτωνος δοξασάντων καὶ οἱ τῆς Ἀριστοτέλους ἐρασταὶ γενόμενοι φιλοσοφίας αὐτός τε πρῶτος Ἀριστοτέλης τοῦτο κοινῶς ἀπεφήναντο, ὡς Πλάτων γενητὸν εἶναί φησιν κατὰ χρόνον τὸν κόσμον, τουτέστιν ἀρχὴν τῆς ὑποστάσεως εἰληφέναι πρότερον οὐκ ὄντα· ἀλλὰ πρὶν τὰς τῶν ἄλλων παραθέσθαι μαρτυρίας σαφῶς ἡμῖν δηλούσας τὰ Πλάτωνι περὶ τῆς τοῦ κόσμου δοκοῦντα γενέσεως αὐτὰς πρότερον τὰς Πλάτωνος λέξεις παραθέσθαι ἄξιον, δι' ὧν τὸν κόσμον γενητόν τε εἶναι καὶ ἀρχὴν ἔχειν ἀποφαίνεται, εἶτα καὶ τοὺς λόγους ἐπισκέψασθαι οἵτινες πειρῶνται τὰ οὕτως ἐναργῶς ἀναπεφωνημένα Πλάτωνι πρὸς τὸ δοκοῦν ἑαυτοῖς ἐκβιάζεσθαι. ἐν τοίνυν τῷ Τιμαίῳ ἔστιν μὲν ὁ πᾶς τῷ Πλάτωνι σκοπὸς περὶ τῆς τοῦ κόσμου γενέσεώς τε καὶ φύσεως διδάξαι· ἄκουε δ', ὅπως αὐτὸς τὸν προκείμενον αὐτῷ σκοπὸν ἐν ἐκείνοις ἀφορίζεται· φησὶν γὰρ οὕτως ‘σκόπει δὴ τὴν τῶν ξενίων σοι διάθεσιν, ὦ Σώκρατες, ᾗ διέθεμεν· ἔδοξε γὰρ ἡμῖν Τίμαιον μὲν ἅτε ὄντα ἀστρονομικώτατον ἡμῶν καὶ περὶ φύσεως τοῦ παντὸς