Ancient Greek
Page 139
Joannes Philoponus Phil., De aeternitate mundi 139
Not analysed yet
εἴτε οὖν Πλάτωνι δοκεῖ ἐν ἀιδίῳ γενέσει εἶναι τὸν κόσμον ἀρχὴν τοῦ γίνεσθαι καὶ τῆς ὑπάρξεως μηδεμίαν εἰληφότα, ὥς φησιν ὁ Πρόκλος, εἴτε ἀρχὴν αὐτῷ τοῦ εἶναι καὶ τῆς γενέσεως δίδωσιν, ἄξιον ἐπισκέψασθαι αὐτὰς τὰς Πλάτωνος περὶ τοῦ κόσμου ῥήσεις ἐκθεμένους· εἰπὼν γὰρ τοὺς περὶ τοῦ παντὸς λόγους ποιεῖσθαι μέλλειν, εἰ γέγονεν ἢ καὶ ἀγενές ἐστιν, καὶ καλῶς ἔχειν κρίνας πρότερον διδάξαι, τίνα μὲν τῶν ὄντων ἔστιν ἀεὶ γενέσεως ἀμοιροῦντα, τίνα δὲ γίνεται μὲν ἐστέρηται δὲ τοῦ ὄντος, ὡς τούτου συνοίσοντος εἰς τὸ καὶ περὶ τοῦ κόσμου συνιδεῖν, τῆς ποίας ἂν εἴη τῶν εἰρημένων φύσεως, ταῦτα εἰπὼν ἀκολούθως μετῆλθεν ἐπὶ τὴν περὶ τοῦ κόσμου σκέψιν, πότερον γέγονεν ἢ ἀγένητός ἐστιν, ὅπερ καὶ ἐξ ἀρχῆς ζητῆσαι προὔθετο· φησὶν δὲ ταῦτα ‘ὁ δὴ πᾶς οὐρανὸς ἢ κόσμος καὶ ἄλλο, ὅτι ποτὲ ὀνομαζόμενος μάλιστα ἂν δέχοιτο, τοῦτο ἡμῖν ὀνομαζέσθω. σκεπτέον δ' οὖν περὶ αὐτοῦ πρῶτον, ὅπερ ὑπόκειται περὶ παντὸς ἐν ἀρχῇ δεῖν σκοπεῖν, πότερον ἦν ἀεὶ γενέσεως ἀρχὴν ἔχων οὐδεμίαν, ἢ γέγονεν ἀπ' ἀρχῆς τινος ἀρξάμενος. γέγονεν· ὁρατός τε γὰρ ἁπτός τέ ἐστιν καὶ σῶμα ἔχων· πάντα δὲ τὰ τοιαῦτα αἰσθητὰ δόξῃ περιληπτὰ μετ' αἰσθήσεως γινόμενα καὶ γενητὰ ἐφάνη· τῷ δὲ αὖ γενομένῳ φαμὲν ὑπ' αἰτίου τινὸς ἀνάγκην εἶναι γίνεσθαι. τὸν μὲν οὖν ποιητὴν καὶ πατέρα τοῦδε τοῦ παντὸς εὑρεῖν τε ἔργον καὶ εὑρόντα εἰς ἅπαντας