Ancient Greek · ~6 min
Page 140
Joannes Philoponus Phil., De aeternitate mundi 140
Not analysed yet
ἀδύνατον λέγειν’. ὁ μὲν οὖν Πλάτων οὕτω λαμπρᾷ τῇ φωνῇ τοῦτο πρῶτον δεῖν περὶ τοῦ κόσμου ζητῆσαι φήσας, ὅπερ καὶ περὶ παντὸς ἐν ἀρχῇ δεῖ σκοπεῖν, εἴτε ἀεί ἐστιν γενέσεως ἀρχὴν ἔχων οὐδεμίαν, εἴτε γέγονεν ἀπό τινος ἀρχῆς τοῦ εἶναι ἀρξάμενος, τὸ γεγονέναι τε αὐτὸν καὶ ἀπ' ἀρχῆς τινος ἄρξασθαι ἐπέκρινεν· εἰ γὰρ ὁρατός ἐστιν, φησίν, καὶ ἁπτὸς καὶ σῶμα ἔχων, τὰ δὲ τοιαῦτα πάντα γινόμενα καὶ γενητὰ ἐφάνη, ἀνάγκη ἄρα καὶ αὐτὸν γενητὸν ὄντα ἀπ' ἀρχῆς τινος ἀρξάμενον γεγονέναι. ὥστε καὶ ὅτε ἔλεγεν ‘τί δὲ τὸ γενόμενον μὲν ὂν δὲ οὐδέποτε’, οὐκ ἄναρχον γένεσιν τοῦ αἰσθητοῦ κατηγόρει. εἰ οὖν καὶ γέγονεν ὁ κόσμος καὶ τοῦ εἶναι ἤρξατο, δῆλον, ὡς οὔτε ἀγένητος ἂν εἴη οὔτε ἄναρχος κατὰ Πλάτωνα πάλιν· ὁ γοῦν Πλάτων αὐτὸς μετ' ὀλίγα φησὶν ‘ἡμέρας γὰρ καὶ νύκτας καὶ μῆνας καὶ ἐνιαυτοὺς οὐκ ὄντας πρὶν οὐρανὸν γενέσθαι τότε ἅμα ἐκείνῳ συνισταμένῳ τὴν γένεσιν αὐτῶν μηχανᾶται. ταῦτα δὲ πάντα μέρη χρόνου, καὶ τό τε ἦν καὶ ἔσται χρόνου γεγονότα εἴδη, ἃ δὴ φέροντες λανθάνομεν ἐπὶ τὴν ἀίδιον οὐσίαν οὐκ ὀρθῶς· λέγομεν γὰρ δή, ὡς ἦν ἔστιν τε καὶ ἔσται, τῇ δὲ τὸ ἔστιν μόνον κατὰ τὸν ἀληθῆ λόγον προσήκει, τὸ δὲ ἦν τό τε ἔσται περὶ τὴν ἐν χρόνῳ γένεσιν ἰοῦσαν πρέπει λέγεσθαι· κίνησις γάρ ἐστιν, τὸ δὲ ἀεὶ κατὰ τὰ αὐτὰ ἔχον ἀκινήτως οὔτε πρεσβύτερον οὔτε νεώτερον προσήκει γίνεσθαι’· καὶ μετὰ βραχέα ‘περὶ μὲν οὖν τούτων τάχα ἂν οὐκ εἴη καιρὸς πρέπων ἐν