Ancient Greek · ~6 min
Page 159
Joannes Philoponus Phil., De aeternitate mundi 159
Not analysed yet
εἶναι λαβεῖν πρότερον οὐκ ὄντα), ἀνάγκη δήπου πάντως αἰτιώδη τὴν ἀρχὴν ἀκούειν· εἰ γὰρ καὶ ἄλλο τι εἴη σημαινόμενον τῆς ἀρχῆς, οὐδὲν ἡμῖν πρὸς τὴν παροῦσαν λυσιτελήσει σκέψιν· ὥστε καὶ τὸ πολυπραγμονεῖν περίεργον. ἓξ δὲ ὄντων παντὸς γινομένου τῶν αἰτίων κατὰ Πλάτωνα, ὑλικοῦ, εἰδικοῦ, ποιητικοῦ, παραδειγματικοῦ, ὀργανικοῦ, τελικοῦ (τῆς γὰρ οἰκίας ποιητικὸν μὲν αἴτιον ὁ οἰκοδόμος, παράδειγμα δὲ ὁ λόγος ὁ ἐν αὐτῷ, καθ' ὃν ποιεῖ τὴν οἰκίαν, ὕλη δὲ λίθοι καὶ ξύλα, εἶδος αὐτὸ τὸ σχῆμα, ὄργανον δὲ κανὼν καὶ στάθμη καὶ σμίλη καὶ τὰ λοιπά, τέλος δὲ ἡ χρεία, δι' ἣν γέγονεν, ὥστε σκέπειν ἡμᾶς ἀπὸ ὄμβρων καὶ καυμάτων), κατ' οὐδὲν οἶμαι τούτων δυνατὸν εἶναι τὴν ἀρχὴν ἐν τούτοις ἐξακούεσθαι· ‘πότερον’ γάρ φησιν ‘ἦν ἀεὶ γενέσεως ἀρχὴν ἔχων οὐδὲ μίαν’· ὡς γὰρ ἑπομένου τῷ ἀεὶ ὄντι τοῦ μηδεμίαν ἔχειν γενέσεως ἀρχὴν εἰπὼν ‘ἦν ἀεί’ ἐπήγαγεν τὸ ‘γενέσεως ἀρχὴν ἔχων οὐδεμίαν’. τῆς οὖν γενέσεως εἰς τὸ συνθέσεως μεταλαμβανομένης καὶ τοῦ ἀεὶ εἶναι εἰς τὸ ἁπλοῦν καὶ ἀσύνθετον εἶναι καὶ τῆς ἀρχῆς μὴ χρονικῶς ἀκουομένης ἀλλ' ἢ κατὰ τὸ ποιητικὸν αἴτιον ἢ κατὰ τὸ εἶδος ἢ κατά τι τῶν λοιπῶν συμβήσεται πᾶν ἁπλοῦν καὶ ἀσύνθετον μηδεμίαν ἔχειν τῶν τοῦ συνθέτου ἀρχῶν· ἀρχαὶ δὲ τοῦ συνθέτου αἱ ἓξ αἱ εἰρημέναι· οὐδὲν ἄρα ἁπλοῦν οὔτε εἶδος ἕξει οὔτε παράδειγμα οὔτε τελικὸν οὔτε ποιητικὸν αἴτιον· μόνον ἄρα τῶν αἰσθητῶν ἐστιν ποιητὴς ὁ θεὸς καὶ ἐν μόνοις