Ancient Greek · ~6 min
Page 158
Joannes Philoponus Phil., De aeternitate mundi 158
Not analysed yet
μίαν ἀρχὴν ἔχει γενέσεως (τουτέστιν κατ' αὐτοὺς συνθέσεως) εἴτε γέγονεν (τουτέστιν συντέθειται) ἀπ' ἀρχῆς τινος ἀρξάμενος, καὶ ἐπικρίνει τὸ γεγονέναι (‘γέγονεν’ γάρ φησιν), δηλονότι ἀπό τινος ἀρχῆς ἀρξάμενον συντεθεῖσθαί φησιν τὸν κόσμον· τὸ γὰρ ὅλον τοῦτο ἐζήτησεν, εἰ γέγονεν ἀπ' ἀρχῆς τινος ἀρξάμενος, καὶ ἐπέκρινεν, ὅτι γέγονεν ἀπ' ἀρχῆς τινος ἀρξάμενος. ὥστε ἄρξασθαι τὴν τοῦ κόσμου σύνθεσιν ὡμολόγησε Πλάτων, ὅπερ ἐστὶν πάλιν τὸ εἶναι αὐτοῦ καὶ τὴν ὕπαρξιν. εἴρηται γάρ, ὡς ἐπὶ τῶν ἐξ ὕλης καὶ εἴδους συγκειμένων ἐπινοίᾳ μόνῃ προεπινοεῖται τῶν συνθέτων τὰ ἁπλᾶ· οὐ γὰρ πρότερον ὑποστήσας ὁ δημιουργὸς ὕλην ἀνὰ μέρος καὶ εἶδος ὕστερον ταῦτα συντέθεικεν, ἀλλ' ἅμα τοῖς ἁπλοῖς καὶ τὸ ἐξ αὐτῶν συγκείμενον εἰς τὸ εἶναι παρήγαγεν· τῶν πρός τι γὰρ ἡ ὕλη καὶ τὸ εἶδος καὶ τὸ ἕτερον χωρὶς θατέρου εἶναι οὐ δύναται. εἰ οὖν ἄρξασθαί φησιν τὴν τοῦ κόσμου σύνθεσιν, ἅμα δὲ τῇ συνθέσει τά τε ἁπλᾶ καὶ τὰ ἐκ τούτων σύνθετα εἰς τὸ εἶναι ὁ θεὸς παρήγαγεν, ἀρχὴν ἄρα τῇ συνθέσει τοῦ κόσμου διδοὺς ὁ Πλάτων ἀρχὴν καὶ τῷ εἶναι παρέχει· οὐ γὰρ ἄλλο τὸ εἶναι τοῦ κόσμου καὶ ἡ σύνθεσις, ἀλλ' ἅμα ἔστιν τε καὶ σύνθετός ἐστιν. βιʹ. Εἰ δέ τις τὴν ἀρχὴν ἐνταῦθα καὶ τὸ ἄρξασθαι μὴ χρονικῶς ἀκούῃ (χρονικὴν δὲ λέγω ἀρχήν, ὡς πολλάκις εἴρηται, οὐ τὴν ἐν μέρει χρόνου γενομένην προϋφεστῶτος τοῦ χρόνου, ἀλλὰ τὸ σὺν χρόνῳ ἀρχὴν τοῦ