Ancient Greek
Page 161
Joannes Philoponus Phil., De aeternitate mundi 161
Not analysed yet
χῆς συγκείμενος’· πάντα γὰρ μᾶλλον, ἐμοὶ δοκεῖ, λέγειν αἱρήσονται ἢ τὴν ἁπλῆν καὶ ἀληθῆ τοῦ Πλάτωνος διάνοιαν καταδέξασθαι. ἀλλ' οὐδὲν σύνθετον ἐκ τινὸς σύγκειται ἀλλ' ἐκ τινῶν· πῶς οὖν φησιν ‘ἀπ' ἀρχῆς τινος ἀρξάμενος’, τουτέστιν συγκείμενος; εἰ δέ τις ἀρχὴν ἐνταῦθα μόνην τὴν ποιητικὴν ἀκούειν βούλοιτο, δηλονότι καί, ὅτε ἔλεγεν ‘ἦν ἀεὶ γενέσεως ἀρχὴν ἔχων οὐδεμίαν’, ἀρχὴν πάλιν τὴν ποιητικὴν ἀκουσόμεθα. πάλιν ὡς ἑπόμενον ὁ Πλάτων λαμβάνων τοῖς ἀεὶ οὖσιν τὸ μηδεμίαν ἔχειν ποιητικὴν ἀρχὴν μόνα τὰ αἰσθητά φησιν ὑπὸ ποιητικῆς αἰτίας γεγονέναι, τῶν νοητῶν δὲ οὐδέν. ὥστε μόνων τῶν αἰσθητῶν ἐστιν δημιουργὸς ὁ θεός, ἄναρχα δὲ κατ' αἰτίαν τὰ νοητὰ πάντα, ὧν καὶ ἡ ἡμετέρα ὑπάρχει ψυχή. εἰ τοίνυν ταῦτα ἄτοπα, οὐκ ἄρα τὸ ‘ἀπ' ἀρχῆς τινος ἀρξάμενος’ κατά τι τῶν ἓξ αἰτίων ἔλαβεν. ὥστε ἀπὸ χρόνου τὸν κόσμον τοῦ εἶναι ἄρξασθαι ὁ Πλάτων βούλεται· εἰ γάρ, ὡς τῷ Πορφυρίῳ καλῶς ἔδοξεν, μηδεὶς τοσοῦτον τῶν φρενῶν ἐξέστηκεν, ὡς λέγειν ἀσυλλογίστοις λήμμασιν κεχρῆσθαι τὸν Πλάτωνα, πολλῷ δήπου μᾶλλον κενὸς ἂν εἴη φρενῶν ὁ τοιαύτας ὑποθέσεις λαμβάνειν οἰόμενος Πλάτωνα, ὡς μυρία αὐταῖς πῂ μὲν γέλωτος ἄξια ἕπεσθαι πῂ δὲ ἀτοπώτερα πάσης ἀτοπίας, ἀκύροις τε λέξεσιν λέγων κεχρῆσθαι καὶ ὁμωνύμοις ἄνευ τῆς τούτων εἰς τὰ σημαινόμενα τὰ οἰκεῖα διαιρέσεως καὶ τῆς μὲν συνήθους σημασίας τῶν λέξεων ἀμελεῖν, κατ' ἄλλων δὲ σημαινομένων φέρειν τὰς λέξεις μὴ ἐγνωσμένων τοῖς Ἕλλησιν· εἰς ταῦτα γὰρ ἀπήγαγον αἱ θαυμασταὶ αὗται ὑποθέσεις τὸν Πλάτωνα. οὔτε ἄρα