Ancient Greek · ~5 min
Page 162
Joannes Philoponus Phil., De aeternitate mundi 162
Not analysed yet
τὸ γενητὸν τὸ ἐξ ὕλης καὶ εἴδους συγκείμενον δηλοῖ τῷ Πλάτωνι οὔτε ἀρχὴν γενέσεως ἐν τούτοις ἄλλην τινὰ ἢ τὴν κατὰ χρόνον νοεῖν ἐνδέχεται. γιʹ. Ὅτι δὲ τὸ τῆς ἀρχῆς ὄνομα τὴν κατὰ χρόνον ἀρχὴν ἐν τούτοις σημαίνει τῷ Πλάτωνι, μάθοις ἂν καὶ ἐκ τῶν ἀλλαχοῦ περὶ τῆς τοῦ κόσμου συστάσεως ἀπορητικῶς αὐτῷ εἰρημένων· ἐν γοῦν τῷ ἕκτῳ τῶν νόμων ἐπὶ λέξεώς φησιν ταῦτα ‘εὖ γὰρ δὴ τό γε τοσοῦτον χρὴ πάντα ἄνδρα ξυννοεῖν, ὡς ἡ τῶν ἀνθρώπων γένεσις ἢ τὸ παράπαν ἀρχὴν οὐδεμίαν εἴληχεν οὐδ' ἕξει ποτὲ τελευτὴν ἀλλ' ἦν τε ἀεὶ καὶ ἔστιν πάντως καὶ ἔσται ἢ μῆκός τι τῆς ἀρχῆς, ἀφ' οὗ γέγονεν, ἀμήχανον ἂν χρόνον ὅσον γεγονὸς εἴη’· καὶ ἐν τῇ ἐπινομίδι δὲ ὁ αὐτὸς περὶ τῶν κατ' οὐρανὸν ἁπάντων ταῦτά φησιν ‘νομίσαι δὲ δεῖ πάντα τὰ κατ' οὐρανὸν ζῴων γένη, ὃ δὴ πάνυ χρὴ φάναι θεῖον γένος ἄστρων γεγονέναι, σώματος μὲν τυχὸν καλλίστου ψυχῆς τε εὐδαιμονεστάτης τε καὶ ἀρίστης. δυοῖν δὲ αὐτῆς μοιρῶν τὴν ἑτέραν χρὴ δόξῃ μεταδιδόναι σχεδόν· ἢ γὰρ ἀνώλεθρόν τε καὶ ἀθάνατον ἕκαστον αὐτῶν εἶναι καὶ θεῖον τὸ παράπαν ἐξ ἁπάσης ἀνάγκης ἤ τινα μακραίωνα βίον ἔχειν ἱκανὸν ἑκάστῳ ζωῆς, ἧς οὐδὲν ἔτι πλείονος ἂν προσδεῖσθαι’. εἰ οὖν ἐν τούτοις μὲν ὡς ἀπορῶν φησιν ‘δύο μοιρῶν τὴν ἑτέραν χρὴ δοξάζειν περὶ τῆς τῶν ἀνθρώπων γενέσεως καὶ τῶν κατ'