Ancient Greek · ~6 min
Page 167
Joannes Philoponus Phil., De aeternitate mundi 167
Not analysed yet
Πρόκλος ἐν τοῖς εἰς τὰ προκείμενα χωρία ἐξηγητικοῖς ὑπομνήμασιν ἀποδέχεται· ἐν γοῦν τῷ προειρημένῳ λόγῳ, ὃς ἐπιγέγραπται ‘ἐπίσκεψις τῶν πρὸς τὸν Πλάτωνος Τίμαιον ὑπ' Ἀριστοτέλους ἀντειρημένων’, ἀντιλέγων πρὸς Ἀριστοτέλην αὐτὸν μὲν ἀίδιον εἶναι τὸν κόσμον ὑποτιθέμενον ἐγκαλοῦντα δὲ Πλάτωνι ὡς ἀπὸ χρόνου γενητὸν αὐτὸν ποιοῦντι (εἴπωμεν δέ, πῶς τὸ ἀπὸ χρόνου ἐπὶ τοῦ κόσμου λέγεται) τὸν μὲν περὶ τῆς ἀιδιότητος τοῦ κόσμου λέγον τοῦ Ἀριστοτέλους ἀποδέχεται, οὐ δίκαια δέ φησιν ἐγκαλεῖν αὐτὸν Πλάτωνι· οὐδὲ γὰρ τὸ γεγονέναι παρ' αὐτῷ σημαίνειν τὸ ἀρχὴν ἔχειν τοῦ εἶναι ἀλλὰ τὸ ἀεὶ γίγνεσθαι· τὰ μὲν γὰρ ὑπέρχρονά τε καὶ αἰώνια ὅλην ἅμα ἔχειν παροῦσαν τήν τε οὐσίαν ἑαυτῶν καὶ τὴν δύναμιν καὶ τὴν τελειότητα τῆς ἐνεργείας, πᾶν δὲ τὸ ἐν χρόνῳ ὂν οὐκ ἔχειν ἀθρόαν ἅμα τὴν οἰκείαν ζωὴν παροῦσαν· ‘εἴ τι γὰρ ἐν χρόνῳ ἐστίν’, φησίν, ‘κἂν εἰς τὸν ἄπειρον ἐκτείνηται χρόνον, ἔστιν μὲν ποτέ (ὅσον γὰρ ἔστιν αὐτοῦ, τοῦτο ἔν τινι χρόνῳ ἐστίν· οὐ γάρ ἐστιν ἅμα ὁ χρόνος), γίνεται δ' ἐπ' ἄπειρον ἀλλ' οὐ ποτέ’. οὕτως οὖν γενητὸν τὸ πᾶν φησιν ὡς οὐκ ὂν οἷον τὸ ἀεὶ ὄν, ἀλλ' ὡς ἀνὰ πάντα μὲν τὸν χρόνον γιγνόμενον, ὑφιστάμενον δὲ ἀεὶ ποτὲ κατὰ τὸ ἐνεστηκὸς τοῦ χρόνου μέρος· καὶ οὕτω δὲ πάλιν γενητόν φησιν τὸ πᾶν ὡς οὐχ ἑαυτῷ τοῦ εἶναι αἴτιον, ἀλλ' ὑφ' ἑτέρου ὑφιστάμενον, ὅπερ ἐστὶν τὸ τέταρτον τοῦ γενητοῦ σημαινόμενον, λέγω δὴ τὸ κατ' αἰτίαν γενητόν. οὕτως μὲν οὖν καὶ ὁ Πρόκλος κατὰ δύο τὰ ὕστερα τοῦ γενητοῦ