Ancient Greek · ~5 min
Page 166
Joannes Philoponus Phil., De aeternitate mundi 166
Not analysed yet
Πλάτων, εἰ γέγονεν ὁ κόσμος καὶ ἀρχὴν ἔχει τοῦ εἶναι, τοῦτο ἐζήτει, εἰ σύνθετος ἐξ ὕλης καὶ εἴδους συγκείμενος· σωμάτων γὰρ αὕτη καὶ οὐ κόσμου γένεσις, ὡς καὶ ὁ Πορφύριος εἴρηκεν· Πλάτων δὲ περὶ τῆς τοῦ κόσμου γενέσεως ζητῆσαι προὔθετο μέλλων ἐφεξῆς καὶ περὶ τῆς τῶν σωμάτων ζητῆσαι γενέσεως. αὐτὸς ἄρα ὁ Πορφύριος ἐκ τῶν Πλάτωνος ῥητῶν συνελαυνόμενος σύντομον ἔλεγχον ἡμῖν τῆς προκειμένης τοῦ γενητοῦ παραδέδωκεν ὑποθέσεως, ἀλλ' οὐ συνεῖδεν ταῦτα συμβάλλειν ἀλλήλοις καὶ τὸ μαχόμενον ἐκφυγεῖν ἢ συνεῖδεν μὲν ἐνόμισεν δὲ λανθάνειν καὶ ταύτῃ κλέπτειν τοὺς ἐντυγχάνοντας. ἀλλ' οὐδὲ ἐκεῖνο οἶμαι νοῦν ἔχοντά τινα εἰπεῖν, ὡς, εἰ καὶ μὴ οὕτως γενητὸν ὑπὸ Πλάτωνος λέγεσθαι τὸν κόσμον δυνατὸν ὡς ἐξ ὕλης καὶ εἴδους σύνθετον διὰ τὰ νῦν λεχθέντα, ἀλλ' οὖν γε ὡς ἐκ πλειόνων σωμάτων συγκείμενον· οὐ γὰρ ἐχόντων ἐστὶν ὀφθαλμοὺς καὶ αἴσθησιν τὸ περὶ τούτου ζητεῖν, εἴτε ἕν τι σῶμα καὶ ἁπλοῦν ἐστιν ὁ κόσμος εἴτε ἐκ πλειόνων ἔχει τὴν σύστασιν· οὐδεὶς γὰρ ἀπορεῖ περὶ τούτων, ἅπερ ἐναργῶς ἑλεῖν τῇ αἰσθήσει πάρεστιν. ἠλίθιοι ἄρα παντελῶς καὶ κενοὶ τῷ ὄντι φρενῶν, ὅσοι εἰς τὰς ἠλιθίους ταύτας ὑποθέσεις ἐξήγαγον Πλάτωνα. ἀλλὰ γὰρ καὶ ταύτην ἱκανῶς ἀπελέγξαντες τὴν ὑπόθεσιν ἐπὶ τὴν τῶν λοιπῶν ἐπίσκεψιν μεταβησόμεθα. ειʹ. Τρίτον ἦν τοῦ γενητοῦ σημαινόμενον, καθ' ὃ ἐν τῷ γίνεσθαί ἐστιν ὁ κόσμος, ὅπερ μάλιστα καὶ ὁ