Ancient Greek · ~6 min
Page 169
Joannes Philoponus Phil., De aeternitate mundi 169
Not analysed yet
τὸ γὰρ ἀιδίως γινόμενον γενέσεως οὐδεμίαν ἔχει ἀρχήν, νῦν δέ φησιν γεγονέναι τὸν κόσμον ἀπ' ἀρχῆς τινος ἀρξάμενον· ἐπεὶ γὰρ τὸ γεγονέναι δηλωτικὸν ἴσως ἐδόκει τισὶν τοῦ ὑφεστάναι μὲν παρὰ τοῦ δημιουργοῦ τὸν κόσμον, ἐξ ἀιδίου δὲ τὴν ὑπόστασιν εἰληφέναι (ὁποῖα τὰ αἰώνιά φησιν ὁ Πλάτων εἶναι παρὰ θεοῦ μὲν τὸ εἶναι εἰληφότα, οὐκ ἀπό τινος δ' ἀρχῆς ἀλλ' αἰωνίως ὄντα), ταύτην δὴ περὶ τοῦ κόσμου τὴν ὑπόνοιαν ἀποκρουόμενος τῷ ‘γέγονεν’ τὸ ‘ἀπ' ἀρχῆς τινος ἀρξάμενος’ προσέθηκεν. ὅρα γοῦν, πῶς σαφῶς ἑκάτερον ἡμᾶς ἐδίδαξεν, λέγω δὴ τό τε ἐν γενέσει τὸ εἶναι ἔχειν τὸν κόσμον καὶ τὸ τὴν γένεσιν ταύτην ἀρχὴν τοῦ εἶναι εἰληφέναι· διὰ μὲν γὰρ τοῦ ‘γέγονεν ἀπ' ἀρχῆς τινος ἀρξάμενος’ τὸ οὐκ ἀίδιον τῆς γενέσεως ἀλλ' ἠργμένον ἐδήλωσεν· πάλιν δ' αὖ τῷ ‘γέγονεν’ ἐπαγαγὼν ‘ὁρατός τε γὰρ ἁπτός τέ ἐστιν καὶ σῶμα ἔχων· πάντα δὲ τὰ τοιαῦτα δόξῃ περιληπτὰ μετ' αἰσθήσεως γινόμενα καὶ γενητὰ ἐφάνη’ τὸ διηνεκὲς τῆς τῶν αἰσθητῶν γενέσεως ἐδήλωσεν, ὅτι ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχουσιν· ‘γινόμενα’ γάρ, φησίν, ‘καὶ γενητὰ ἐφάνη’, κἀνταῦθα πάλιν τῷ ‘γινόμενα’ προσθεὶς τὸ ‘γενητά’ οὐ μάτην, ἀλλ' ἵνα πάλιν δηλώσῃ, ὡς τὸ γίνεσθαι τοῦτο οὐ τῶν ἐξ ἀιδίου ὄντων καὶ ἀνάρχως ἐστὶν ἀλλὰ τῶν ἀρχὴν τοῦ εἶναι ἐχόντων. ἀμφότερα οὖν, ὡς εἶπον, ὑποτιθέμενος καὶ τὸν προσήκοντα ἑκάστῳ χρόνον ἀποδέδωκεν, τῇ μὲν τοῦ εἶναι ἀρχῇ τὸ γεγονέναι (‘γέγονεν’ γάρ, φησίν, ‘ἀπ' ἀρχῆς τινος ἀρξάμενος’), τῇ δὲ ἐφεξῆς λοιπὸν