Ancient Greek · ~6 min
Page 170
Joannes Philoponus Phil., De aeternitate mundi 170
Not analysed yet
διηνεκεῖ γενέσει καὶ μεταβολῇ τὸ γίνεσθαι (‘γινόμενα’ γάρ, φησίν, ‘καὶ γενητὰ ἐφάνη’)· τὸ μὲν γὰρ γίνεσθαι ἐνεστώσης παρατάσεώς ἐστιν δηλωτικόν, ὅπερ ἁρμόζει τῇ συνεχεῖ τοῦ κόσμου γενέσει τε καὶ ἀλλοιώσει, τὸ γέγονεν <δὲ> παρῳχημένην συντέλειαν σημαίνει, ὅπερ συνᾴδει τῇ πρώτῃ ἀρχῇ καὶ ὑποστάσει τῆς τοῦ κόσμου γενέσεως. ὅτι δὲ Πλάτων εἴπερ τις ἄλλος τῆς τῶν ὀνομάτων ὀρθῆς χρήσεως ἐπιστήμων τε καὶ ἐργάτης ὑπῆρχεν καὶ οὐδὲν ἂν μάτην προσέρριψεν, τί δεῖ με παρεκβαίνειν τὰ ἐναργῆ καὶ πᾶσιν γνώριμα κατασκευάζοντα; εἰ δέ τις ἀδιαφορίαν τῆς χρήσεως τῶν ὀνομάτων ἐγκαλῶν Πλάτωνι τὸ γέγονεν ἀντὶ τοῦ γίνεται παραλήψεται, τί κωλύει καὶ ἡμᾶς τὴν αὐτόνομον αὐτῶν ἐξουσίαν μιμουμένους τὰ γινόμενα ἀντὶ τοῦ γεγονότα λαμβάνειν; πῶς δ' ἂν καὶ συμφωνοίη τὸ ‘ἀπ' ἀρχῆς τινος ἀρξάμενος’; τὸ γὰρ ἀεὶ γινόμενον οὐχ οἷόν τε ἀπ' ἀρχῆς τινος τοῦ γίνεσθαι ἄρχεσθαι. τίνα δ' ἂν καὶ ἀρχὴν λέγοι, ἀφ' ἧς ἄρξασθαί φησιν τὴν τοῦ κόσμου γένεσιν, ἢ μόνην τὴν καθ' ὕπαρξιν καὶ χρονικὴν ἀρχήν; οὔτε γὰρ ὕλην οὔτε εἶδος οὔτε ἄλλην τινὰ νοεῖν ἐν τούτοις ἀρχὴν ἐνδέχεται. ποίαν γὰρ ἔχει διάνοιαν τὸ λέγειν, ὅτι γέγονεν ὁ κόσμος (τουτέστιν ἐν τῷ γίγνεσθαι τὸ εἶναι ἔχει) ἀπὸ ὕλης ἀρξάμενος ἢ ἀπὸ εἴδους ἤ τινος τῶν ἄλλων; τί γάρ ἐστιν τὸ γινόμενον ἀεὶ τὸν κόσμον ἀπὸ ὕλης ἄρξασθαι λέγειν τῆς γενέσεως, εἰ μὴ πάλιν τὸ ἄρξασθαι μεταλάβωσιν; ἀλλ' οὕτω πάλιν εἰ σύνθετός ἐστιν ὁ κόσμος ζητῶν ἂν εἴη καὶ οὐχὶ ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχειν·