Ancient Greek · ~5 min
Page 179
Joannes Philoponus Phil., De aeternitate mundi 179
Not analysed yet
ἐστὶν καὶ ἐκείνου ἕνεκα πάντα καὶ ἐκεῖνο αἴτιον πάντων καλῶν’ καὶ ἐν τῷ τετάρτῳ τῶν νόμων πάλιν ‘ὁ μὲν δὴ θεός, ὥσπερ ὁ παλαιὸς λόγος, ἀρχήν τε καὶ τελευτὴν καὶ μέσα τῶν ὄντων ἁπάντων ἔχων εὐθεῖαν περαίνει κατὰ φύσιν περιπορευόμενος’ ἀρχαῖον καλῶν λόγον εἴτε τὸν Ὀρφέως (φησὶν γὰρ ἐκεῖνος ‘Ζεὺς πρῶτος ἐγένετο, Ζεὺς ὕστατος ἀργικέραυνος, Ζεὺς κεφαλή, Ζεὺς μέσα, Διὸς δ' ἐκ πάντα τέτυκται’) εἴτε τὴν κοινὴν ἁπάντων ἀνθρώπων περὶ τοῦ ἐπὶ πάντων θεοῦ ὑπόληψιν ὡς αἰτίου πάντων ὄντος. ὁ γοῦν Ἀριστοτέλης, ὡς καὶ μικρῷ πρόσθεν ἐμνήσθημεν, ἐν τῷ γεγραμμένῳ αὐτῷ περὶ τοῦ κόσμου βιβλίῳ ἀρχαῖόν τινα λόγον καὶ πάτριον εἶναί φησιν πᾶσιν ἀνθρώποις, ὡς ἐκ θεοῦ πάντα καὶ διὰ θεὸν ἡμῖν συνέστηκεν καὶ οὐδεμία φύσις ἐστὶν αὐτὴν καθ' ἑαυτὴν αὐτάρκης ἐρημωθεῖσα τῆς ἐκ τούτου σωτηρίας· καὶ πάλιν ὁ αὐτὸς ἐν τῷ λάμδα στοιχείῳ τῆς μετὰ τὰ φυσικὰ πραγματείας μίαν εἶναι τὴν πάντων αἰτίαν καὶ ἀρχὴν ἀποδείξας Ὁμήρῳ συναπεφθέγξατο εἰπὼν ‘οὐκ ἀγαθὸν πολυκοιρανίη, εἷς κοίρανος ἔστω’. καὶ τί δεῖ ἐπιπλέον μαρτυρίας τούτων παρατιθέναι δήλου τούτου πᾶσιν ὑπάρχοντος; ὁπότε καὶ τῆς τοῦ κόσμου ψυχῆς νοητῆς οὔσης καὶ τῶν λογικῶν ἁπασῶν ψυχῶν δημιουργὸν ἐν Τιμαίῳ τὸν θεὸν εἰσήγαγεν.