Ancient Greek · ~6 min
Page 178
Joannes Philoponus Phil., De aeternitate mundi 178
Not analysed yet
οὕτως τὸ ἀδύνατον· ‘ἔστιν’ γάρ, φησὶν ὁ Πλάτων, ‘κατ' ἐμὴν δόξαν πρῶτον διαιρετέον τάδε· τί τὸ ὂν ἀεί, γένεσιν δὲ οὐκ ἔχον, καὶ τί τὸ γινόμενον μὲν ἀεί, ὂν δὲ οὐδέποτε. τὸ μὲν δὴ νοήσει μετὰ λόγου περιληπτόν, τὸ δ' αὖ δόξῃ μετ' αἰσθήσεως ἀλόγου δοξαστόν’. ἐπεὶ οὖν ἀντιδιαιροῦνται ἀλλήλοις τὸ μὲν κατὰ χρόνον γενητὸν τῷ κατὰ χρόνον ἀγενήτῳ, τὸ δὲ κατ' αἰτίαν γενητὸν τῷ κατ' αἰτίαν ἀγενήτῳ, ἀντιδιεῖλε δ' ὁ Πλάτων τῷ ἀγενήτῳ τὸ γενητὸν (‘πρῶτον’ γάρ, φησίν, ‘διαιρετέον τάδε· τί τὸ ὂν ἀεί, γένεσιν δ' οὐκ ἔχον, καὶ τί τὸ γενόμενον μὲν ἀεί, ὂν δὲ οὐδέποτε’) καί φησιν τὸ μὲν αἰσθητὸν πᾶν γενητὸν εἶναι, τὸ δὲ νοητὸν ἅπαν ἀγένητον, ἀνάγκη πᾶσα, εἰ τὸ γινόμενον τὸ μόνως κατ' αἰτίαν γινόμενόν φησιν, καὶ τὸ μὴ γινόμενον ἄρα τὸ κατ' αἰτίαν ἀγένητον λέγειν. πᾶν δὲ τὸ νοητὸν ἀγένητον εἶναί φησιν· πᾶν ἄρα τὸ νοητὸν ἀγένητον εἶναι κατ' αἰτίαν βούλεται· οὐδενὸς ἄρα τῶν νοητῶν ὁ Πλάτων αἴτιον εἶναι τὸν θεὸν κατ' αὐτοὺς ὑποτίθεται· μόνων ἄρα τῶν αἰσθητῶν δημιουργὸς ὁ θεὸς ἔσται. οὕτως δὲ οὐκέτ' ἂν εἴη μία ἡ τῶν πάντων ἀρχή, ἀλλ' ἕκαστον τῶν νοητῶν αὐτὸ ἑαυτῷ τῆς ὑπάρξεως ἔσται αἴτιον καὶ τοσαῦται αἱ ἀρχαί, ὅσα καὶ τὰ νοητά. σκοπεῖν οὖν ἄξιον, εἰς οἵαν ἀτοπίαν ἐκ τῆς θαυμαστῆς αὐτῶν ὑποθέσεως τὸν φιλόσοφον ἄγουσιν. ἀλλ' οὐ ταῦτα δοκεῖ τῷ Πλάτωνι· αὐτὸς γὰρ ἐν τῇ πρὸς Διονύσιον ἐπιστολῇ περὶ τοῦ πάντων αἰτίου φησὶν ‘περὶ τὸν πάντων βασιλέα πάντα