Ancient Greek · ~6 min
Page 181
Joannes Philoponus Phil., De aeternitate mundi 181
Not analysed yet
καὶ πάλιν τῶν ὄντων τὰ μὲν οὐσίας εἶναι τὰ δὲ συμβεβηκότα. οὐκ ἄρα οὐδὲ τῷ γενητῷ κατ' αἰτίαν τὸ κατὰ χρόνον ἀγένητον ἀντιδιαιρεθήσεται, διότι, ὡς εἶπον, ἐν τῷ κατ' αἰτίαν μόνον γενητῷ συμπεριέχεται τὸ κατὰ χρόνον ἀγένητον. ὅτι δὲ ἢ μόνος σχεδὸν ἢ πρῶτος ὁ Πλάτων τῇ ἀκριβείᾳ τῆς διαιρετικῆς μεθόδου ἐπέβλεψεν ἐξυμνεῖ τε αὐτὴν καὶ θριγκὸν ἀποκαλεῖ φιλοσοφίας μέμφεταί τε τοῖς κακῶν μαγείρων <τρόπῳ> μὴ κατ' ἄρθρα τὴν τομὴν τῶν πραγμάτων ποιουμένοις, τί με δεῖ μηκύνειν τὰ προφανῆ δεικνύναι πειρώμενον; ὅτι δὲ ἀντιδιεῖλεν ἀλλήλοις τό τε νοητὸν καὶ τὸ αἰσθητὸν καὶ τὸ ὂν καὶ τὸ μὴ ὄν, ἐπ' αὐτῆς τῆς λέξεως ὁ Πλάτων εἴρηκεν· ‘ἔστιν’ γάρ, φησίν, ‘κατ' ἐμὴν δόξαν πρῶτον διαιρετέον τάδε· τί τὸ ὂν ἀεί, γένεσιν δὲ οὐκ ἔχον, καὶ τί τὸ γινόμενον ἀεί, ὂν δὲ οὐδέποτε. τὸ μὲν δὴ νοήσει μετὰ λόγου περιληπτόν, τὸ δ' αὖ δόξῃ μετ' αἰσθήσεως ἀλόγου δοξαστόν’. ὥστε οὐκ ἂν περὶ τὴν ἀντιδιαίρεσιν τοῦ γενητοῦ τε καὶ ἀγενήτου διήμαρτεν ὁ Πλάτων ἀντιτιθεὶς τῷ κατ' αἰτίαν μόνον καὶ οὐ κατὰ χρόνον γενητῷ τὸ κατὰ χρόνον καὶ οὐ κατ' αἰτίαν ἀγένητον. ὅρα γοῦν, πῶς καὶ ἐν τούτοις τὴν ἀντίθεσιν ἐν μαχομένοις κατὰ πάντα πεποίηται· ἀντέθηκε γὰρ τῷ μὲν ὄντι τὸ μὴ ὄν, τῷ δὲ ἀεί τὸ οὐδέποτε· καὶ ἐπειδὴ τὸ ὂν οὐ τὸ ἀντιδιῃρημένον τῷ μηδαμῇ μηδαμῶς ὄντι φησίν (τῷ γὰρ οὕτω μὴ ὄντι τὸ ἁπλῶς ὁπωσοῦν ἐν ὑπάρξει ὂν ἀντί-