Ancient Greek · ~5 min
Page 182
Joannes Philoponus Phil., De aeternitate mundi 182
Not analysed yet
κειται), ἀλλὰ τὸ οὕτως ὂν ὡς ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχειν καὶ μηδέποτε ἐν μεταβολῇ καὶ ἀλλοιώσει θεωρεῖσθαι, ἵνα πάλιν τῷ οὕτως ὄντι τὸ μαχόμενον ἀντιδιαστείλῃ, ἀντιτίθησιν αὐτῷ οὐ τὸ κατὰ τὴν ἀνυπαρξίαν μὴ ὄν, ἀλλὰ τὸ μηδέποτε κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχον διὰ τὸ ἐν διηνεκεῖ ἀλλοιώσει θεωρεῖσθαι. ὥσπερ οὖν ἐν τούτοις τὴν ἀντιδιαστολὴν ἐν μαχομένοις κατὰ πάντα καὶ συνυπάρχειν μὴ δυναμένοις πεποίηται, οὕτω δήπου κατὰ τὸ ἀκόλουθον καὶ τῷ μὴ γενομένῳ τὸ γινόμενον ἀντιτιθεὶς ἀντιφατικὴν πεποίηται τὴν διαίρεσιν ἀσυνυπάρκτων ὄντων ἀλλήλοις τοῦ γινομένου καὶ τοῦ μὴ γινομένου. ὥστε, εἰ τὸ γένεσιν μὴ ἔχον οὐ τὸ μὴ γινόμενον κατ' αἰτίαν φησὶν ἀλλὰ τὸ ἀρχὴν χρονικὴν τοῦ εἶναι μὴ ἔχον, ἀνάγκη πάντως καὶ τὸ γινόμενον τὸ τούτῳ ἀντικείμενον λέγειν, τουτέστιν τὸ χρονικὴν ἀρχὴν τοῦ εἶναι λαβόν, καὶ ἐκ τοῦ ἐναντίου, εἰ τὸ γινόμενον τὸ κατ' αἰτίαν γινόμενόν φησιν, οὐχὶ δὲ κατὰ χρόνον, καὶ τὸ μὴ γενόμενον ἄρα τὸ κατ' αἰτίαν μὴ γενόμενον λέγειν. τοῦτο δὲ πρὸς τῇ ἀσεβείᾳ καὶ ψεῦδος ἐδείξαμεν· ἓν γὰρ τὸ πάντων εἶναι αἴτιον πανταχοῦ πεφιλοσόφηκεν ὁ Πλάτων. εἰ οὖν τοῦτο ψεῦδος, ἀνάγκη ἄρα τὸ ἀεὶ ὂν γένεσιν δὲ μὴ ἔχον τὸ κατὰ χρόνον ἀγένητον λέγεσθαι· οὐκοῦν τὸ τούτῳ ἀντικείμενον γενητὸν τὸ κατὰ χρόνον φησὶν γενητόν. κʹ. Ἀλλὰ τί δεῖ μακρῶν λόγων ἐξὸν σύντομον τὴν περὶ τούτων ἀπόδειξιν παραστῆσαι, ὡς ἐν τούτοις