Ancient Greek · ~6 min
Page 185
Joannes Philoponus Phil., De aeternitate mundi 185
Not analysed yet
αἰτίου τινὸς γενομένῳ φαμὲν ὑπ' αἰτίου τινὸς ἀνάγκην εἶναι γίνεσθαι’. τοῦτο δὲ ταὐτόν ἐστιν, ὥσπερ ἂν εἴ τις ἔλεγεν, ὅτι τὸ ὑπ' αἰτίου γινόμενον ὑπ' αἰτίου γίνεται· ὅπερ ἐστὶν γελοῖον. ἀλλὰ δὴ καὶ ἀνωτέρω, ἐν οἷς ἔλεγεν ‘τί τὸ ὂν ἀεί, γένεσιν δὲ οὐκ ἔχον, καὶ τί τὸ γινόμενον μὲν ἀεί, ὂν δὲ οὐδέποτε’, ὅτι πάλιν τὴν γένεσιν οὐ τὴν κατ' αἰτίαν ἀλλὰ τὴν κατὰ χρόνον σημαίνειν βούλεται, μονονουχὶ λέγων, ὡς τῶν ὄντων τὰ μὲν ἀεί ἐστιν τὰ δὲ ἀπό τινος ἀρχῆς τοῦ εἶναι καὶ τοῦ γίνεσθαι ἤρξατο, δῆλον πάλιν αὐτὸς ὁ Πλάτων πεποίηκεν· μετὰ γὰρ τὸ ἀφορίσασθαι, τί μὲν τὸ ὂν ἀεί, γένεσιν δὲ οὐκ ἔχον, καὶ τί τὸ γινόμενον μὲν ἀεί, ὂν δὲ οὐδέποτε, ὡς δὴ περὶ τῶν ἢ ἀεὶ ὄντων ἢ κατὰ χρόνον γινομένων διδάξας εὐθὺς πάλιν καὶ τὴν ποιητικὴν τῶν γινομένων αἰτίαν προσέθηκεν εἰπὼν ‘πᾶν δ' αὖ τὸ γινόμενον ὑπ' αἰτίου τινὸς ἐξ ἀνάγκης γίγνεσθαι· παντὶ γὰρ ἀδύνατον χωρὶς αἰτίου γένεσιν ἔχειν’ πανταχοῦ ἰδίᾳ μὲν περὶ τῆς γενέσεως, ἰδίᾳ δὲ περὶ τοῦ ποιητικοῦ διαλεγόμενος αἰτίου, ὡς δηλονότι τοῦ γίνεσθαι μὴ τὴν ποιητικὴν αἰτίαν παρ' αὐτῷ σημαίνοντος· ἐπεὶ παρεῖλκεν ἂν τὸ προσθεῖναι ‘πᾶν δ' αὖ τὸ γινόμενον ὑπ' αἰτίου τινὸς ἀνάγκη γίγνεσθαι’. εἰ γὰρ εἰπὼν ‘γέγονεν· ὁρατός τε γάρ ἐστιν ἁπτός τε καὶ σῶμα ἔχων’ τὸ γεγονέναι οὐ τὸ ἀρχὴν ἔχειν τοῦ εἶναι ἔλεγεν ἀλλὰ τὸ ὑπὸ ποιητικοῦ τινος γεγονέναι, τί ἔτι προσετίθει ‘πᾶν δ' αὖ τὸ γινόμενον ὑπ'