Ancient Greek · ~5 min
Page 184
Joannes Philoponus Phil., De aeternitate mundi 184
Not analysed yet
αἴτιον· ὅπερ ἔδει καὶ τοὺς πρὸ αὐτοῦ φυσικοὺς συλλογισαμένους ἅπαξ τὸ γεγονέναι τὸν κόσμον συγχωρήσαντας εὐθὺς ἐπὶ τὴν ποιητικὴν αὐτοῦ αἰτίαν ἀναδραμεῖν· τοῦτο γὰρ αὐτοῖς καὶ ὁ Ἀριστοτέλης ἐπέπληξεν ἐν τῷ δευτέρῳ λόγῳ τῆς φυσικῆς ἀκροάσεως· θαυμάσαι γὰρ ἄξιόν φησιν, ὅτι ἐπί τε τῶν ζῴων καὶ τῶν φυτῶν μηδὲν ἀπὸ τύχης μήτ' εἶναι μήτε γίνεσθαι λέγοντες ἀλλὰ τῶν ἐν τούτοις γινομένων πάντων ἢ φύσιν ἢ νοῦν αἰτιώμενοι τὸν οὐρανὸν καὶ τὰ θειότατα τῶν φαινομένων ἀπὸ ταυτομάτου γενέσθαι ἔφασαν, καὶ ταῦτα τῆς ἐν τῷ παντὶ τάξεως ἀπαραβάτου οὔσης καὶ μηδενὸς ἐν τῷ οὐρανῷ κατὰ τὸ ἐπιτυχὸν γενομένου. διὰ τοῦτο οὖν καὶ Πλάτων γενητὸν εἶναι τὸν κόσμον ἀποδείξας ἐκ τούτου καὶ τὴν ποιητικὴν αὐτοῦ αἰτίαν συνελογίσατο. εἰ δέ, ὡς δοκεῖ τοῖς σοφοῖς, φθάσας περὶ τῆς ποιητικῆς αἰτίας ἐδίδαξεν, ἐν οἷς εἶπεν γεγονέναι τὸν κόσμον ἀπ' ἀρχῆς τινος ἀρξάμενον, πῶς πάλιν ὡς μηδὲν περὶ ταύτης εἰπὼν προσέθηκεν ‘τῷ δ' αὖ γενομένῳ φαμὲν ὑπ' αἰτίου τινὸς ἀνάγκην εἶναι γίνεσθαι· παντὶ γὰρ ἀδύνατον χωρὶς αἰτίου γένεσιν ἔχειν’; σκοπεῖν δὲ καὶ οὕτως ἄξιον. εἰ τὸ γεγονέναι ἀπ' ἀρχῆς τινος ἀρξάμενον τὸ κατ' αἰτίαν γεγονέναι ἐδήλου, τουτέστιν τὸ ἔχειν ποιητικόν τι τῆς αὐτοῦ ὑπάρξεως αἴτιον (εἰπὼν δέ, ὅτι γέγονεν, ἐπήγαγεν ‘τῷ δ' αὖ γενομένῳ φαμὲν ὑπ' αἰτίου τινὸς ἀνάγκην εἶναι γίνεσθαι’), εἴη ἂν τὸ λεγόμενον τοιοῦτο ‘τῷ δ' αὖ ἐξ