Ancient Greek · ~4 min
Page 187
Joannes Philoponus Phil., De aeternitate mundi 187
Not analysed yet
ὡς γενητῶν γίνονται οἱ λόγοι διδασκαλίας χάριν’. καὶ πάλιν ὁ αὐτὸς μετ' ὀλίγον ‘τίνες οὖν αἰτίαι, δι' ἃς ἀγένητον ὄντα τὸν κόσμον γενητὸν ὑποτίθεται; αὗται δύο ἀμφότεραι φιλόσοφοι· ἡ μὲν γὰρ πρὸς εὐσέβειαν παρακαλεῖ, ἡ δὲ σαφηνείας χάριν παρείληπται· εἰδὼς γάρ, ὅτι οἱ πολλοὶ μόνον ὑπειλήφασιν αἴτιον τὸ προτεροῦν χρόνῳ, ἄλλως δὲ οὐκ οἴονται εἶναι αἴτιον, ἐκ δὲ τούτου κίνδυνος ἐπιστῆσαι αὐτοὺς περὶ προνοίας, ὅτι ἐστίν, βουλόμενος δὲ τοῦτο τὸ δόγμα ἐμποιῆσαι, ὅτι προνοίᾳ ὁ κόσμος διοικεῖται, τοῖς μὲν δυναμένοις καὶ ἄλλως κατανοῆσαι τοῦτο ἠρέμα ὑποδηλοῖ, ὅτι ἀγένητος ὁ κόσμος κατὰ χρόνον, τοῖς δὲ μὴ χωροῦσιν ἐμφαίνει, ὅτι γενητός, καὶ εὔχεταί γε πιστεῦσαι αὐτούς, ἵνα ἅμα πεισθῶσιν καὶ περὶ τῆς προνοίας. ἡ δὲ δευτέρα αἰτία, ὅτι σαφέστερά ἐστιν τὰ λεγόμενα, ὅταν ὡς γινομένοις αὐτοῖς παρατυγχάνωμεν· οὕτως καὶ τὰ διαγράμματα οὐ συντεθέντα συντιθέασιν ὡς ἂν γινόμενα, καὶ τὸν μὲν κύκλον, ἐπειδὴ ἁπλούστερον ἦν, ὡρίσατο Εὐκλείδης ‘σχῆμα ὑπὸ μιᾶς γραμμῆς περιεχόμενον, πρὸς ἣν πᾶσαι αἱ ἀφ' ἑνὸς σημείου τῶν ἐντὸς προσπίπτουσαι εὐθεῖαι ἴσαι ἀλλήλαις εἰσίν’, τὴν δὲ σφαῖραν θέλων δεῖξαι ὡς ἂν γινομένην ὡρί-