Ancient Greek
Page 188
Joannes Philoponus Phil., De aeternitate mundi 188
Not analysed yet
σατο ‘ἡμικύκλιον διαμέτρου μενούσης περιφερόμενον, ἕως ἂν ἐπὶ τὰ αὐτὰ σημεῖα ἀποκαταστῇ’· εἰ δὲ τὴν ἤδη οὖσαν ἠβούλετο, ὡρίσατο ἂν ‘σχῆμα ὑπὸ μιᾶς ἐπιφανείας περιεχόμενον, πρὸς ἣν πᾶσαι αἱ ἀφ' ἑνὸς σημείου τῶν ἐντὸς προσπίπτουσαι εὐθεῖαι ἴσαι ἀλλήλαις εἰσίν’. ἔθος δὲ Πλάτωνι διδασκαλίας χάριν γινόμενα παραδιδόναι· οὕτω κἀν τῇ πολιτείᾳ γινομένην εἰσάγει τὴν πόλιν, ἵνα ἐν τῇ κατασκευῇ αὐτῆς ἡ τῆς δικαιοσύνης γένεσις ἐκδηλοτέρα γένηται. ὁ δὲ Θεόφραστος εἰπὼν ὅτι ‘τάχα ἂν γενητὸν λέγοι σαφηνείας χάριν, ὡς καὶ τοῖς διαγράμμασιν παρακολουθοῦμεν γινομένοις’ φησὶν ‘πλὴν ἴσως ἡ γένεσις οὐχ ὁμοίως ἔχει καὶ ἐπὶ τῶν διαγραμμάτων’. λέγει δὲ τὸ αὐτὸ Ἀριστοτέλης· φησὶν γὰρ κἀκεῖνος, ὅτι ἐν μὲν τοῖς διαγράμμασιν [οὐκ] ἔστιν ὑποθέσθαι ἐν ἀρχῇ τὰ ἐναντία, ἐπὶ δὲ τῆς τοῦ κόσμου γενέσεως <οὐκ> ἔστιν, ὡς εἴ τις ὑπόθοιτο κίνησιν καὶ στάσιν καὶ τάξιν καὶ ἀταξίαν. μὴ δὴ πάντα ἀπαράλλακτα ζητείτωσαν τὰ παραδείγματα, ἀλλὰ δεικνύτωσαν, ὅτι οὐκ εὐσυνοπτότερος γινόμενος ὑποτεθεὶς ὁ κόσμος, ἢ εἰ ἀγένητον ἔλεγεν. πῶς δὲ καὶ ἐν τοῖς διαγράμμασιν ἔστιν ὑποθέσθαι τὰ ἐναντία; πῶς γὰρ δυνήσεταί τις ὑποθέσθαι τρίγωνον ἅμα ἑστὸς καὶ κινούμενον; ἀγένητος οὖν ὁ κόσμος κατ' αὐτόν. καὶ μηδεὶς πράγματα ἐχέτω ἔκ