Ancient Greek
Page 194
Joannes Philoponus Phil., De aeternitate mundi 194
Not analysed yet
καθὸ ἐν κινήσει ἀιδίῳ ὑπάρχει· ὅθεν γινόμενον αὐτὸ εἶπε, φασίν, καὶ ἀπολλύμενον, ὄντως δὲ μηδέποτε ὄν· οὐδὲν γὰρ τῶν οὐρανίων οὐδέποτε ἐν ταὐτῷ μένει. πρὸς τοῦτο δὲ σύντομος ἡ ὑπάντησις· πρῶτον μὲν γὰρ περὶ τοῦ παντὸς κόσμου τῷ Πλάτωνι καὶ οὐ περὶ τῶν οὐρανίων μόνων ὁ λόγος· τὸ δὲ πᾶν, ἕως ἂν ᾖ, οὐ κινεῖται ὅλον ὡς ὅλον οὐδ' ὅλως μεταβάλλει ἀλλ' ἐν ταὐτῷ μένει. ὥστε οὐ τὸ γίνεσθαι ἀντὶ τοῦ κινεῖσθαι παρείληφεν ὁ Πλάτων. δεύτερον τὸ ἐν συνεχεῖ εἶναι κινήσει τὰ οὐράνια ὑπ' αὐτῆς τῆς αἰσθήσεως ὡμολόγηται καὶ οὐδενὸς ἑτέρου δεῖ πλὴν ὀφθαλμῶν εἰς τὴν τούτου κατάληψιν. πῶς οὖν οὐ γελοῖον πρᾶγμα Πλάτων ὑπέμενεν ὡς περὶ τῶν ἀπορρήτων ἡμᾶς διδάσκειν μέλλων καὶ μηδενὶ τῶν πρὸ αὐτοῦ κατειλημμένων ἢ ἀποδεδειγμένων θεοὺς λέγων καὶ θεὰς ἐπικαλεῖσθαι δεῖν εἰς τὴν περὶ τοῦ παντὸς σκέψιν, εἴτε κινεῖται κατὰ τόπον τὰ οὐράνια εἴτε ἀκίνητά ἐστιν, μηδὲ τοσοῦτο συνεῖναι δυνηθείς, ὡς, ὅσα διὰ τῆς αἰσθητικῆς ἀντιλήψεως τὸ πιστὸν ἔχει κρεῖττον πάσης ἀποδείξεως ἐγνωσμένα, ἐν προβλήματος τίθεται μοίρᾳ; τίς γὰρ νοῦν ἔχων ζητήσειεν ἄν, εἰ τὸ πῦρ καίει καὶ εἰ τὸ ψιμύθιον λευκόν ἐστιν; ὥστε οὐδ' οὕτως γενητὸν εἶναι τὸν κόσμον ὁ Πλάτων εἴρηκεν. ἐλεγχθεισῶν οὖν πασῶν τῶν τοῦ γενητοῦ ὑποθέσεων, μιᾶς δὲ ἔτι λειπομένης τῆς συνήθους τε καὶ πᾶσι καθωμιλημένης, λέγω δὴ τῆς κατὰ χρόνον γενέσεως,