Ancient Greek · ~5 min
Page 193
Joannes Philoponus Phil., De aeternitate mundi 193
Not analysed yet
ποιεῖσθαί πῃ μέλλοντας, εἰ γέγονεν κατ' αἰτίαν ἢ καὶ ἀγένητόν ἐστιν κατ' αἰτίαν’, καὶ ἐπὶ τῶν ἄλλων σημαινομένων τὸ αὐτὸ ‘εἰ σύνθετόν ἐστιν ἢ καὶ μὴ σύνθετόν ἐστιν’, ‘εἰ ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχει ἢ καὶ μὴ ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχει’· οὗ τί ἂν γένοιτο καταγελαστότερον; ἀπερισκέπτως ἅμα μετέθηκε τὴν λέξιν ὁ ἀνὴρ μὴ περιαθρήσας, εἰ δι' ὅλων ἔσται σύμφωνος αὐτῷ ἡ ἀπόδοσις καὶ ἐν τοῖς ἑξῆς εἰρημένοις τῷ Πλάτωνι. εἰς τὴν αὐτὴν δὲ ἀτοπίαν ἐκφέρονται καὶ ὅσοι τὸ ‘ἢ καὶ ἀγενές ἐστιν’ εἰς τὸ ‘ἢ καὶ ἀειγενές ἐστιν’ μεταλαμβάνοντες· πάλιν γὰρ καὶ οὗτοι τὰ μὴ ὄντα προστιθέασι τὸ ἀγενὲς ἀειγενὲς ποιοῦντες· καὶ ἔλαθόν γε ἑαυτοὺς τῇ ἀληθείᾳ μᾶλλον διὰ τῆς τοιαύτης προσθήκης συνηγοροῦντες καὶ ὧν βούλονται τὰ ἐναντία κατασκευάζοντες· εἰ γὰρ τοῦτο προὔτεινε Πλάτων, πότερον γέγονε τὸ πᾶν ἢ καὶ ἀειγενές ἐστιν, ἀνάγκη πᾶσα τῷ γεγονέναι τὸ ἀειγενὲς ἀντιθεὶς διὰ τοῦ γεγονέναι τὸ ἀπὸ χρόνου γεγονέναι καὶ μὴ ἀεὶ εἶναι σημαίνειν. ἐπεὶ οὖν τὸ πρόβλημα τοῦτο ἐν τοῖς ἑπομένοις ἐξετάζων ὁ Πλάτων τὸ γεγονέναι τὸν κόσμον ἐπέκρινεν (‘γέγονεν’, γάρ φησιν, ‘ὁρατός τε γὰρ ἁπτός τέ ἐστιν καὶ τὰ ἑξῆς’), δῆλον, ὅτι τὸ ἀειγενὲς τοῦ κόσμου ἀπέφησεν, καὶ ἐξ ὧν παρεγχειρεῖν τὴν λέξιν αὐτοῦ τετολμήκασιν. κγʹ. Πρὸς δὲ τοῖς ἀπηριθμημένοις τοῦ γενητοῦ σημαινομένοις καὶ τοῦτό τινες προστιθέασιν· φασὶν γὰρ γενητὸν τὸ πᾶν ὑπὸ Πλάτωνος λέγεσθαι,