Ancient Greek · ~6 min
Page 196
Joannes Philoponus Phil., De aeternitate mundi 196
Not analysed yet
τοῦ σώματος αὐτῇ καθ' αὑτὴν ὑπάρχει, ὥσπερ ἀμέλει ὁ αὐτὸς καὶ κυβερνήτης ἐστὶν καὶ ἄνθρωπος, ἀλλὰ τὸ μὲν καθ' αὑτό, τὸ δὲ ἐν τῇ πρὸς τὸ πλοῖον ἔχει σχέσει. τούτων οὕτως ἐχόντων εἰ μέν, καθὸ νοῦς ἐστιν καὶ ἄσχετος πρὸς τὸ σῶμα ἡ ψυχή, γένεσιν αὐτῆς ὁ Τίμαιος παραδίδωσιν, συγχωρήσωμεν αὐτὸν ἐν ὑποθέσει αὐτὴν λέγειν γεγονέναι διὰ τὸ ἐν Φαίδρῳ ἀγένητον αὐτὴν εἶναι ἀποφαίνεσθαι· εἰ δέ, καθὸ ψυχή ἐστιν, ποιὰν αὐτῆς πρὸς τὸ σῶμα σχέσιν ἐν Τιμαίῳ διδάσκει, καθ' ἣν τοίως ἢ τοίως κοσμεῖ τε καὶ κινεῖ τὰ οὐράνια σώματα, ποία ἔστιν ἔτι ἀνάγκη ὡς ἐν ὑποθέσει λέγειν αὐτὴν ἐν Τιμαίῳ γεγονέναι, εἴπερ καὶ τῷ κόσμῳ παντὶ ἀρχὴν τοῦ εἶναι δίδωσιν ὁ Πλάτων, ὡς ἐδείξαμεν; οὐκοῦν ὅτε τοῦ εἶναι τὸ σωματικὸν τοῦ κόσμου ἤρξατο, τότε καὶ ἡ ψυχὴ τὴν πρὸς αὐτὸ σχέσιν ἀνείληφεν· ἐπεὶ καὶ τὴν ἡμετέραν ψυχὴν ἐν σώματι γίνεσθαι λέγοντες οὐ δήπου τῆς οὐσίας αὐτῆς κατηγοροῦσι τὴν γένεσιν ἀλλὰ τῆς ἐν τῷ σώματι σχέσεως, ἥτις ἀπὸ χρόνου τὴν ἀρχὴν λαμβάνει. ὅτι δὲ τὰ περὶ τῆς ψυχογονίας ἐν Τιμαίῳ λεγόμενα οὐδὲν ἄλλο ἢ τὴν τῶν οὐρανίων κίνησιν καὶ τὴν πρὸς ἄλληλα σχέσιν αὐτῶν παραδίδωσιν, ἣν ἐκ τῆς ψυχῆς, εἴπερ ἔμψυχά εἰσιν, ὡς Πλάτωνι δοκεῖ, ἀνειλήφασιν, ἔξεστιν ἐξ αὐτῶν τῶν τοῦ Τιμαίου πιστώσασθαι λέξεων· ἔφη γὰρ ἐν ἐκείνοις ὁ Πλάτων, ὅτι λαβὼν ὁ θεὸς οὐσίαν μέσην τῆς ἀμερίστου καὶ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἐχούσης καὶ τῆς περὶ τὰ σώματα μεριστῆς καὶ προσέτι ταυτότητα καὶ ἑτερότητα τὰ τρία