Ancient Greek · ~6 min
Page 197
Joannes Philoponus Phil., De aeternitate mundi 197
Not analysed yet
ταῦτα κεράσας ἐξέτεινεν καὶ ἐποίησεν εὐθεῖαν, εἶτα ταύτην τὴν εὐθεῖαν κατὰ ἁρμονικοὺς λόγους κατατεμὼν ἔσχισεν δίχα κατὰ μῆκος, εἶτα χιοειδῶς ἀλλήλαις τὰς δύο συνάψας εὐθείας ἀνέκλασεν καὶ τὰ πέρατα αὐτῶν ἀλλήλαις συνάψας ἐποίησεν δύο κύκλους, τὸν μὲν ἐκτός, τὸν δὲ ἐντός, συναπτομένους ἀλλήλοις κατὰ δύο σημεῖα, εἶτα ἐκίνησεν τὸν μὲν ἔξω κύκλον ἐπὶ δεξιά, τὸν δὲ ἐντὸς ἐπ' ἀριστερά, καὶ ἐκάλεσεν, φησίν, τὴν μὲν ἐκτὸς περιφορὰν ταὐτοῦ, τὴν δὲ ἐντὸς θατέρου καὶ τὸν μὲν ἐκτὸς κύκλον ἄσχιστον εἴασεν, τὸν <δ'> ἐντὸς σχίσας ἑξαχῇ ἑπτὰ κύκλους ἀνίσους ἐποίησεν κατὰ τὴν τοῦ διπλασίου καὶ τριπλασίου διάστασιν ὑπερέχοντας ἀλλήλων καὶ τοὺς μὲν τρεῖς ἴσους τῷ τάχει τῆς κινήσεως κατεσκεύασεν, τοὺς δὲ τέτταρας ἀνίσους τῇ κινήσει ἀλλήλοις τε καὶ τοῖς τρισίν. τούτων οὕτως περὶ τῆς ψυχογονίας ὑπὸ Πλάτωνος ἐν Τιμαίῳ λεγομένων τίς τοσοῦτόν ἐστιν περὶ τὴν κρίσιν τῆς ἀληθείας ἀγνώμων, ὡς μὴ ἐξ αὐτῆς ψιλῆς τῆς λέξεως ὁμολογεῖν τὴν τῶν οὐρανίων σφαιρῶν κίνησίν τε καὶ πρὸς ἄλληλα σχέσιν ἐν τούτοις ὑπὸ τοῦ Πλάτωνος παραδίδοσθαι, ἣν ἐκ τῆς ἐπιβεβηκυίας αὐταῖς ψυχῆς γίνεσθαι οἴεται; ἐπεὶ καὶ ἐν τοῖς ἄλλοις ζῴοις ἥ τε κίνησις καὶ ἡ τῶν μερῶν τοῦ σώματος οἰκονομία τε καὶ πρὸς ἄλληλα σχέσις ἐκ τῆς ἐνούσης αὐτοῖς ψυχῆς ἐπιγίνεται. τὰ οὖν τῷ αἰτιατῷ ἐκ τοῦ αἰτίου συμβαίνοντα ἐπὶ τὸ αἴτιον τὸν Πυθαγορικὸν τῶν αἰνιγμάτων τρόπον ὁ Πλάτων ἀνήγαγεν, ὥσπερ ἀμέλει καὶ τὴν ψυχὴν πολλάκις πεινῆν φαμεν ἢ διψῆν τὴν