Ancient Greek · ~3 min
Page 2
Joannes Philoponus Phil., De aeternitate mundi 2
Not analysed yet
πάντως καὶ ἀπειροδύναμον, ὅπερ ἄρα μὴ μετέχῃ δυνάμεως ἀπείρου, τοῦτο αἰῶνος οὐ μετέχει, ὅπερ δὲ οὐδὲ μετέχει αἰῶνος, τοῦτο αἰώνιον οὐκ ἔστιν. εἰ οὖν κατ' οὐδεμίαν τῶν δύο τῶν εἰρημένων ὑποθέσεων ἀπείρου μετέχει δυνάμεως τὸ θεῖον, κατ' οὐδὲν ἔσται αἰώνιον, εἰ δὲ μή ἐστιν αἰώνιον, ὑπὸ χρόνον ἐστὶν ἐξ ἀνάγκης· τῶν γὰρ ὄντων πάντων τὰ μέν ἐστιν αἰώνια τὰ δὲ ὑπὸ χρόνον **χρόνου δημιουργὸς καὶ εἰ μή ἐστιν τὸ θεῖον αἰώνιον, ἐπεὶ μηδὲ ἀπειροδύναμον, οὐδὲ ἀίδιον ἔσται· εἰ γὰρ πεπερασμένη ἡ δύναμις, ἐξαρκεῖν ἀεὶ οὐ δύναται· οὐκοῦν ἢ καὶ ἀρχὴν ἕξει καὶ τέλος διὰ τὸ τῆς δυνάμεως πεπερασμένον καὶ οὐκ αἰώνιον ἢ ἄλλο τι αὐτῷ ἔσται τοῦ εἶναί τε καὶ τῆς ἀιδιότητος αἴτιον. πάλιν οὖν καὶ περὶ ἐκείνου τὰ αὐτὰ ἀπορήσωμεν· ἐπεὶ γὰρ κἀκεῖνο τὴν δημιουργικὴν ἔχει