Ancient Greek
Page 3
Joannes Philoponus Phil., De aeternitate mundi 3
Not analysed yet
δύναμιν, εἴπερ καὶ τοῦτον παρήγαγεν καὶ τὸ δύνασθαι αὐτῷ δημιουργεῖν δέδωκεν, ἀνάγκη καὶ περὶ ἐκείνου ζητεῖν, εἴτε δύναται κρείττονα παράγειν, ὧν παράγει, εἴτε μή· καὶ **ἀνάγκη ἢ ἐπ' ἄπειρον ἀνάγειν τὸ ἄτοπον ἢ ἄπειρον εἶναι τὴν δημιουργικὴν τοῦ θεοῦ δύναμιν ὑποτίθεσθαι, μᾶλλον δὲ κατὰ πάντα εἶναι τὸ θεῖον ἀπειροδύναμον. ἀλλὰ δὴ καὶ εἰ πάντων ἔχειν τὴν γνῶσιν τὸν θεὸν ὡμολόγηται, τῶν γεγενημένων, τῶν ὄντων, τῶν ἐσομένων, ἄναρχος δέ ἐστιν κατ' αὐτοὺς ὁ κόσμος καὶ ἀτελεύτητος καὶ διὰ τοῦτο ἄπειρά ἐστιν τὰ γενόμενα καὶ τὰ ἐσόμενα, **τέ ἐστιν τὸν θεὸν πεπερασμένης οὔσης καὶ μὴ ἀπείρου τῆς γνωστικῆς αὐτοῦ δυνάμεως ἢ τῆς τῶν γεγενημένων ἢ τῆς τῶν ἐσομένων γνώσεως περιδράξασθαι· τῇ γὰρ πεπερασμένῃ δυνάμει τῶν ἀπείρων περικρατεῖν ἀδύνατον.