Ancient Greek · ~6 min
Page 220
Joannes Philoponus Phil., De aeternitate mundi 220
Not analysed yet
καὶ ἡ ἐξ αὐτῶν οἰκία. ἐκ τοιούτων δὲ καὶ τὸν κόσμον γεννῶσιν· ὁ γὰρ τὸν κόσμον ἐκ τῆς μεταβολῆς τῆς ἀταξίας τῶν σωμάτων εἰς τὴν εὔτακτον κίνησιν γεννῶν ἐκ τούτου λέγει γεγονέναι αὐτόν, οὗ ὄντος ἀδύνατον τὸν κόσμον εἶναι· ἐναντία γὰρ ἡ ἀταξία τῇ τάξει, καὶ δεῖ τὴν ἀταξίαν ἀναιρεῖσθαι, εἰ μέλλοι τάξις ἔσεσθαι. μεταβολῆς οὖν καὶ γενέσεως ἀληθοῦς ἐστιν χρεία, εἰ θεῖτό τις ὅλως ἀταξίαν εἶναι· τὴν γὰρ ἀταξίαν εἰς τάξιν ἐλθεῖν ἀνάγκη διὰ γενέσεως καὶ μεταβολῆς, οὐχ οὕτω δὲ ἔχει ἐπὶ τῶν διαγραμμάτων, ἀλλ' ἐνυπαρχόντων, ἐξ ὧν ὑποτίθενται τὴν γένεσιν αὐτῶν, οὐδὲν κινήσαντες τῶν ἐν αὐτοῖς δεικνύουσιν τὴν γένεσιν αὐτῶν. τεκμήριον δὴ τοῦ μὴ ὑγιῶς λέγειν αὐτοὺς μηδ', ὥς φασιν, ὁμοίως τοῖς μαθηματικοῖς ἀναλύσει χρῆσθαι ἀλλὰ γένεσιν ὑπογράφειν τό, ἐξ ὧν φασιν τὸν κόσμον γεγονέναι, ταῦτα μὴ οἷόν τε εἶναι ὄντος αὐτοῦ ἀλλὰ τῷ χρόνῳ προϋπάρχειν ὀφείλειν, ὡς ἐπὶ πάντων ἔχει τῶν γιγνομένων· τὰ γὰρ ἀλλήλων ἀναιρετικὰ καὶ συνυπάρχειν τῷ αὐτῷ ἀδύνατον πρὸς ὑπόθεσιν. ὥστε οἱ μὲν μαθηματικοὶ εἰκότα λέγουσιν φάσκοντες οὐ γένεσιν λέγειν τῶν διαγραμμάτων ἀλλ' ὑποθέσει χρῆσθαι σαφηνείας καὶ διδασκαλίας χάριν· οὔτε γὰρ ἐξ ἐναντίων οὔτε ἐκ κεχωρισμένων ὅλως ἡ γένεσις αὐτοῖς· διὸ καὶ συνυπάρχει τοῖς τότε γίνεσθαί τε καὶ γεγονέναι λεγομένοις καὶ τά, ἐξ ὧν γέγονέν τε καὶ ἔστιν. διὸ καὶ εἰς ἀδύνατον λέγουσιν τὸ γένεσιν εἶναι σχημάτων· ἀλλ' οὔτι γε καὶ πρὸς ὑπόθεσιν αὐτοῖς ἀδύνατον. τὸ δ'