Ancient Greek · ~6 min
Page 219
Joannes Philoponus Phil., De aeternitate mundi 219
Not analysed yet
ἂν ἐγίνετο ἐκ τούτων τῶν ἐνυπαρχόντων αὐτῷ, εἰ ἐγένετο, λέγουσιν· πάντα γὰρ ἅμα ὄντα ὁ μαθηματικὸς λαβὼν θάτερα ἐκ τῶν ἑτέρων τῶν ἐνυπαρχόντων αὐτοῖς πειρᾶται συνεστῶτα δεικνύναι· οὐ γάρ ἐστιν ὁ κύβος ἀναιρετικὸς τῶν τετραγώνων κατὰ τὴν ἐκείνων γινόμενος μεταβολὴν (ἐνυπάρχει γοῦν αὐτῷ) καὶ οὐκ αὐτὰ τὰ τετράγωνα ἀναγκαῖον εἶναι πρὸ τῆς συστάσεως τοῦ κύβου (συνυπάρχει γοῦν καὶ ἐνυπάρχει ἐν αὐτῷ, ὡς ἔφαμεν)· ὁ γὰρ πρὸς ὑπόθεσιν καὶ οὐ πρὸς ἀλήθειαν γένεσίν τινος λαμβάνων ἐκ τοιούτων λαμβάνει, ὧν οὐκ ἔστιν ἀναιρετικὸν τὸ λεγόμενον ἐξ αὐτῶν γεγονέναι. ἔνθα δέ τινα λαμβάνομεν εἰς γένεσίν τινος, ἀδύνατον ἀμετάβλητα καὶ σῳζόμενα ποιῆσαι τὸ ἐξ αὐτῶν, ἀλλὰ διὰ μεταβολῆς αὐτῶν γίνεται τὸ λεγόμενον ἐξ αὐτῶν εἶναι. γεγένηται δὲ ἐνταῦθα καὶ οὐκέτι ἐστὶν πρὸς ὑπόθεσιν ἡ τοιαύτη γένεσις λαμβανομένη· τοιαύτη γὰρ ἡ τῶν ἀληθῶς γινομένων γένεσις καὶ οὕτως γίνεται τὰ γινόμενα φύσει· οὐδὲ γὰρ ὁ μαθηματικὸς πρὸς ὑπόθεσιν ἔτι γίνεσθαι ἐλάμβανεν, εἰ ἐκ τοιούτων αὐτὰ γίγνεσθαι ὑπετίθετο, ἃ ἦν ἀνάγκη μεταβάλλοντα ἢ κατὰ ποιότητα ἢ κατὰ τάξιν ποιῆσαί τινα αὐτά· τὰ γὰρ πρὸς ὑπόθεσιν δεικνύμενα γίνεσθαι οὐ τά, ἐξ ὧν ἐγένετο, ἔχει ὑποτιθέμενα, δοκοῦντα δέ, ἀλλὰ ὄντων τούτων καὶ ἐνυπαρχόντων ἐν τοῖς δεικνυμένοις ἐξ αὐτῶν γεγονέναι τὴν κατὰ τὸν λόγον σύνθεσιν μόνην ἔχει προστιθεμένην· τοιοῦτον γὰρ καὶ διὰ τοιούτων ἡ ἀνάλυσις. ἐπὶ δὲ τῶν ἀληθῶς γινομένων οὐχ οὕτως ἔχει· οὐ γὰρ ἅμα ἔμμηνον καὶ ἔμβρυον οὐδ' ἅμα ἀταξία πλίνθων καὶ λίθων