Ancient Greek · ~5 min
Page 224
Joannes Philoponus Phil., De aeternitate mundi 224
Not analysed yet
ταῦτα ‘ἔθος Πλάτωνι διδασκαλίας χάριν γινόμενα παραδιδόναι· κἀν τῇ πολιτείᾳ γινομένην εἰσάγει τὴν πόλιν, ἵνα ἐν τῇ κατασκευῇ αὐτῆς ἡ τῆς δικαιοσύνης γένεσις ἐκδηλοτέρα γένηται. ὅπερ ὁ Θεόφραστος εἰπὼν ὅτι ‘τάχα ἂν γενητὸν λέγοι σαφηνείας χάριν, ὡς καὶ τοῖς διαγράμμασιν παρακολουθοῦμεν γινομένοις’ φησὶν ‘πλὴν ἴσως ἡ γένεσις οὐχ ὁμοίως ἔχει ἐπὶ τῶν διαγραμμάτων’. λέγει δὲ τὸ αὐτὸ Ἀριστοτέλει· φησὶν γὰρ κἀκεῖνος, ὅτι ἐν μὲν τοῖς διαγράμμασιν ἔστιν ὑποθέσθαι ἐν ἀρχῇ τὰ ἐναντία, ἐπὶ δὲ τῆς τοῦ κόσμου γενέσεως οὐκέτι, ὡς εἴ τις ὑπόθοιτο κίνησιν καὶ στάσιν καὶ τάξιν καὶ ἀταξίαν’. ὅτι μὲν οὖν οὐκ ἄναρχον εἶναι τὴν τοῦ κόσμου ὑπόστασιν ὁ Πλάτων βούλεται, ἀλλ' ἀρχὴν αὐτῷ τοῦ εἶναι δίδωσιν, ἱκανῶς οἶμαι καὶ ὁ λόγος ἀπέδειξεν καὶ αἱ τῶν φιλοσόφων περὶ τῆς Πλάτωνος δόξης μαρτυρίαι τοῖς μὴ πάντῃ φιλονείκοις καὶ δευτέραν τῆς ἰδίας ἐπιθυμίας τιθεμένοις τὴν ἀλήθειαν. ἅπερ δὲ ὁ Πρόκλος ἐν τῷ πολλάκις μνημονευθέντι ὑπὲρ τοῦ Τιμαίου πρὸς Ἀριστοτέλην λόγῳ ἐκ τῶν Πορφυρίου πάλιν μεταγραψάμενος τίθησιν ἐκ περιόδων δεικνύειν πειρώμενος, ὡς ἄναρχον εἶναι τὴν τοῦ κόσμου γένεσιν ὁ Πλάτων ᾤετο, διότι τε τὸ τοῦ κόσμου παράδειγμα αἰώνιον εἶναι λέγει καὶ διότι αἰτίαν εἶναί φησιν τῆς τοῦ κόσμου ὑπάρξεως τὴν τοῦ θεοῦ ἀγαθότητα (‘ἀγαθὸς