Ancient Greek
Page 225
Joannes Philoponus Phil., De aeternitate mundi 225
Not analysed yet
γὰρ ἦν’, φησὶν ὁ Πλάτων, ‘ἀγαθῷ δ' οὐδεὶς περὶ οὐδενὸς οὐδέποτε ἐγγίνεται φθόνος’), ἐξ ὧν ὁ Πρόκλος συνάγει, ὅτι, εἰ τὸ τοῦ κόσμου παράδειγμα ἀεί ἐστιν, ἀνάγκη καὶ τὴν τοῦ παραδείγματος εἰκόνα τὸν κόσμον ἀεὶ εἶναι καὶ ὅτι, εἰ ἀεὶ ἄφθονος ὁ θεός, ἐπεὶ καὶ ἀεὶ ἀγαθός, ἀεὶ καὶ ὁ κόσμος ἔσται ἤ, εἰ μὴ ἀεί ἐστιν ὁ κόσμος, δυνάμει εἶναι καὶ τὸν τούτου δημιουργὸν καὶ διὰ τοῦτο ἀτελῆ καὶ χρόνου δεόμενον, ταῦτα οὖν καὶ τὰ τοιαῦτα ὡς ἤδη ἱκανῶς ἐν τοῖς ἔμπροσθεν ἐξητασμένα παρίημι νῦν· δῆλον γάρ, ὅτι τούτων ἐληλεγμένων οὐδὲ τὸν Πλάτωνα ἐκ τούτων ἀίδιον εἶναι τὸν κόσμον δοξάζειν συναχθήσεται. κηʹ. Ἑπόμενον δ' ἂν εἴη τοῖς εἰρημένοις κατὰ τὰ ἐν ἀρχῇ τοῦ προκειμένου κεφαλαίου ἡμῖν ἐπηγγελμένα σκοπῆσαι λοιπόν, εἰ μὴ αὐτὸς ἑαυτῷ Πλάτων τὰ ἐναντία λέγων ἁλώσεται· εἰ γὰρ παντὶ μὲν γενομένῳ κατ' αὐτὸν φθορά ἐστιν ἐξ ἀνάγκης, τούτῳ δὲ ἕπεται κατὰ τὴν σὺν ἀντιθέσει ἀντιστροφὴν τὸ πᾶν, ὃ μὴ φθείρεται, τοῦτο μηδὲ γεγονέναι, πῶς οἷόν τέ ἐστιν τὸν αὐτὸν καὶ ἄφθαρτον ἅμα καὶ γενητὸν εἶναι τὸν κόσμον ὑποτίθεσθαι; πρὸς τοῦτο δὲ σύντομος ἡ ἀπάντησις. εἰ γὰρ τὸ κατὰ χρόνον ἀγένητον καὶ ἄφθαρτόν ἐστιν κατὰ φύσιν, εἴ <τι> ἄρα μὴ κατὰ φύσιν ἐστὶν ἄφθαρτον, τοῦτο οὐ κατὰ χρόνον ἐστὶν ἀγένητον· οὐ κατὰ φύσιν δὲ τὸν κόσμον ἄφθαρτον εἶναι ὁ Πλάτων ὑπέθετο, τοὐναντίον δὲ φύσει φθαρτὸν εἶναι λέγει· τὸ γὰρ δεθὲν ἅπαν διαλυτὸν εἶναι· ‘ἐπείπερ γὰρ ἐγέ-