Ancient Greek · ~6 min
Page 227
Joannes Philoponus Phil., De aeternitate mundi 227
Not analysed yet
τῆς ἐμῆς βουλήσεως μείζονος ἔτι δεσμοῦ καὶ κυριωτέρου λαχόντες ἐκείνων, οἷς ὅτε ἐγίνεσθε ξυνεδεῖσθε’. εἰ οὖν λύσιν καὶ θάνατον τὴν κατ' ἐπίνοιαν σημαίνει καὶ ταύτῃ αὐτοὺς καὶ θνητοὺς εἶναί φησιν, καὶ τὸ μὴ λυθήσεσθαι ἄρα μήτε τεύξεσθαι θανάτου μοίρας τὸ μὴ κατ' ἐπίνοιαν ταῦτα ὑπομένειν σημαίνοι ἄν· ὃ γὰρ τίθησιν ἡ κατάφασις, τοῦτο ἀναιρεῖ ἡ ἀπόφασις ἐξ ἀνάγκης· τὴν γὰρ λύσιν καὶ τὸν θάνατον, ἣν ἐκ τῆς αὐτῶν φύσεως εἶπεν αὐτοῖς ὑπάρχειν, ταύτην πάλιν διὰ τὴν τοῦ θεοῦ βούλησιν μὴ ἔσεσθαι αὐτοῖς ἀπεφήνατο. εἰ οὖν ἐκ τῆς φύσεως τὸ κατ' ἐπίνοιαν εἶναι λυτοὶ καὶ θνητοὶ ἔχουσιν, καὶ ἐκ τῆς βουλήσεως ἄρα τοῦ θεοῦ κατ' ἐπίνοιαν ἔσονται ἀθάνατοί τε καὶ ἄλυτοι. ἔσται οὖν τὸ συμφραζόμενον τοιοῦτον ‘οὐκ ἔσεσθε μὲν κατ' ἐπίνοιαν ἄλυτοι οὐδὲ ἀθάνατοι οὐδὲ τεθνήξεσθε’. τὸ αὐτὸ οὖν καὶ λυτὸν ἔσται κατ' ἐπίνοιαν καὶ οὐ λυτὸν κατ' ἐπίνοιαν καὶ ἡ ἀντίφασις συναληθεύσει. εἰ οὖν ἠλίθιον τοῦτο καὶ ἀδιανόητον τὸ αὐτὸ λέγειν καὶ ἀναλύεσθαι εἰς τὰ ἁπλᾶ κατ' ἐπίνοιαν καὶ μὴ ἀναλύεσθαι κατ' ἐπίνοιαν, δηλονότι λυτὰ καὶ θνητὰ οὐ κατ' ἐπίνοιαν ἀλλὰ κατὰ φύσιν εἶναί φησιν τὰ οὐράνια. ἀλλ' ἐπειδήπερ, εἰ καὶ τοιαύτης ἔλαχον φύσεως, ὅμως γοῦν δοκεῖ Πλάτωνι διαμένειν αὐτὰ εἰς τὸ διηνεκὲς ἀδιάλυτα καὶ ἀθάνατα οὐ τῷ φυσικῷ δεσμῷ ἀλλὰ τῇ βουλήσει τοῦ θεοῦ συνεχόμενα, διὰ τοῦτό φησιν μὴ πάμπαν εἶναι ἄλυτα καὶ ἀθάνατα ἀλλὰ θνητὰ μὲν καὶ λυτὰ ὅσον ἐπὶ τῇ φύσει τῇ ἑαυτῶν διὰ τὸ τὴν σω-