Ancient Greek · ~5 min
Page 228
Joannes Philoponus Phil., De aeternitate mundi 228
Not analysed yet
ματικὴν φύσιν τοιαύτην εἶναι καὶ τὸ γενόμενον ἅπαν λυτὸν εἶναι καὶ θνητόν, διὰ δὲ τὴν τοῦ δημιουργοῦ βούλησιν ἰσχυροτέραν οὖσαν παντὸς φυσικοῦ δεσμοῦ τῆς ἀθανασίας αὐτὰ τεύξασθαι διηνεκῶς αὐτοῖς παρὰ τοῦ δημιουργήσαντος ἐπινοουμένης· ὥσπερ γὰρ εἴ τις οἰκίαν ἢ ναῦν διηνεκῶς ἐπισκευάζων καὶ τὰ πεπονηκότα τῶν μερῶν ἐπανορθούμενος ἐπὶ πλεῖστον διαρκῆ ταύτην φυλάξειεν, οὕτω δὴ καὶ τὸν θεόν φησιν ὁ Πλάτων ἐπισκευαστὴν τῷ κόσμῳ τὴν ἀθανασίαν χαρίζεσθαι· ἄκουε γοῦν, ὁποῖα περὶ τούτου πάλιν ἐν τῷ πολιτικῷ πεφιλοσόφηκεν· φησὶν γὰρ οὕτως ‘τὸ γὰρ πᾶν τόδε τοτὲ μὲν ὁ θεὸς αὐτὸς συμποδηγετεῖ πορευόμενον καὶ συγκυκλεῖ, τοτὲ δὲ ἀνῆκεν, ὅταν αἱ περίοδοι τοῦ προσήκοντος αὐτῷ μέτρον εἰλήφωσιν ἤδη χρόνου. τὸ δὲ πάλιν αὐτόματον εἰς τἀναντία περιάγεται ζῷον καὶ φρόνησιν εἰληφὸς ἐκ τοῦ συναρμόσαντος αὐτὸ κατ' ἀρχάς. τοῦτο δὲ αὐτῷ τὸ πάλιν ἰέναι διὰ τόδε ἐξ ἀνάγκης σύμφυτον γέγονεν. Διὰ τὸ ποῖον δή; Τὸ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχειν ἀεὶ καὶ ταὐτὸν εἶναι τοῖς πάντων θειοτάτοις προσήκει μόνοις, σώματος δὲ φύσις οὐ ταύτης τῆς τάξεως. ὃν δὴ οὐρανὸν ἢ κόσμον ἐπωνομάκαμεν, πολλῶν δὴ καὶ μακαρίων παρὰ τοῦ γεννήσαντος μετείληφεν. ἀτὰρ οὖν δὴ καὶ κεκοινώνηκέν γε καὶ σώματος. ὅθεν αὐτῷ μεταβολῆς ἀμοίρῳ γενέσθαι διὰ παντὸς ἀδύνατον’.