Ancient Greek
Page 234
Joannes Philoponus Phil., De aeternitate mundi 234
Not analysed yet
τον καὶ τὴν κατὰ φύσιν αὐτοῦ ἀθανασίαν ὑποτίθεται· τοὐναντίον γάρ, ὅπερ εἶπον, ἐκ τῶν νῦν εἰρημένων δείκνυται, ὅτι, ἐπειδὴ φύσει λυτὸς ἦν καὶ θνητὸς ὁ κόσμος, ἐπεὶ καὶ γενητός, διότι καὶ σῶμα, βούλεται δὲ αὐτὸν εἰς ἀεὶ διαμένειν, ἵνα μή τι τῶν φθοροποιῶν παθῶν ὑπομείνῃ, οὐδὲν ἐκτὸς αὐτοῦ τῶν λύειν αὐτὸν πεφυκότων ὁ δημιουργὸς καταλέλοιπεν. τὸ δὲ φύσει ἄλυτον οὐκ ἔστιν ὑφ' ὅτου ἂν πώποτε λυθείη. οὔκουν ἐπὶ τῆς τοῦ κόσμου ψυχῆς τοιοῦτό τι ὁ παρὰ τῷ Πλάτωνι δημιουργὸς ηὐλαβήθη, ἀλλὰ ταύτην ἐκ τοῦ μέσου πάντῃ πρὸς τὸν ἔσχατον οὐρανὸν διαπλέξας οὐδὲν τοιοῦτο ὑπώπτευσε, μήποτε διὰ τὴν συμπλοκὴν τὴν πρὸς τὰ θερμαίνοντά τε καὶ ψύχοντα μεταβολήν τινα καὶ ἀλλοίωσιν ὑπομείνῃ· τῆς γὰρ νοητῆς ὑπῆρχε φύσεως καὶ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἐχούσης. καὶ τί λέγω περὶ τῆς τοῦ κόσμου ψυχῆς; οὐδὲ γὰρ τὰς ἡμετέρας ψυχὰς σώμασιν ἐνδήσας καὶ τῷ ἀθανάτῳ τὸ θνητὸν προσυφήνας τῶν φθαρτικῶν τι πήσεσθαι αὐτὰς ηὐλαβήθη, ἐπεὶ καὶ αὐτὰς τῆς ἀθανάτου φύσεως εἶναί φησιν. οὐδὲν οὖν οἷόν τε παθεῖν ὑπὸ τῶν στοιχείων τὸ φύσει ἀθάνατον· ταῦτα γὰρ ὑπ' ἀλλήλων μόνα πάσχειν πέφυκεν, ὅσα τῆς αὐτῆς ὕλης ἀλλήλοις κεκοινώνηκεν καὶ ὁμοιοπαθοῦς τετύχηκε φύσεως. ὥστε καὶ ὁ οὐρανός, εἰ μὴ ὁμόϋλος τοῖς στοιχείοις ὑπῆρχεν, μᾶλλον δὲ ἐξ αὐτῶν συνειστήκει κατὰ Πλάτωνα καὶ πᾶσα ἡ τῶν στοιχείων φύσις ἔξωθεν αὐτῷ προσέπιπτεν, οὐδὲν ἂν ὑπ' αὐτῶν ὑπέμενεν· νῦν δὲ ἐπειδὴ πέφυκε ὑπὸ τούτων πάσχειν,