Ancient Greek · ~5 min
Page 233
Joannes Philoponus Phil., De aeternitate mundi 233
Not analysed yet
Δημοκρίτῳ καὶ ἑτέροις ἔδοξεν, πλείονες ἢ καὶ ἄπειροι εἶεν κόσμοι (εἰ γὰρ ὁ κόσμος ζῷόν ἐστιν κατὰ Πλάτωνα ἐκ τῶν τεσσάρων συνεστὸς στοιχείων, οὐδὲν δὲ ἔξωθεν τοῦ κόσμου ὑπελείφθη στοιχείου μέρος, οὐδ' εἶναι ἄρα ἕτερον κόσμον ἐνδέχεται τῶν κοσμουργῶν στοιχείων ἐν τούτῳ πάντων περιειλημμένων), τρίτην δὲ ἵνα ἄνοσος ᾖ καὶ ἀγήρως ὁ κόσμος μηδενὸς ἔξωθεν ὄντος, ὑφ' ὅτου καὶ πήσεται· ὡς γὰρ τὰ ἡμέτερα σώματα ψυχόμενά τε ἀμέτρως ὑπὸ τοῦ περιέχοντος καὶ θερμαινόμενα ὑγραινόμενά τε καὶ ξηραινόμενα καὶ τὰ λοιπὰ πάθη ὑπομένοντα τῆς συμμέτρου τε κράσεως ἐξίσταται καὶ ταύτῃ γηράσκει τε καὶ φθίνει, οὕτω, φησίν, εἰ δ' ἂν ἔξω τοῦ οὐρανοῦ μέρη τινὰ τῶν στοιχείων ἢ δυνάμεις ὑπελείποντο προσπίπτοντα ἔξωθεν τῷ οὐρανῷ, τὰ αὐτὰ ἂν αὐτῷ πάθη ἐνεποίησε διὰ τὸ δραστήριον τῆς οἰκείας δυνάμεως, ἅπερ καὶ τοῖς ἡμετέροις ὑπὸ τοῦ περιέχοντος συμβαίνει σώμασιν· ἵνα οὖν τούτων τῶν παθῶν ἀπαλλαγείη τὸ πᾶν, ἐντὸς ἅπασαν, φησίν, τὴν τῶν στοιχείων φύσιν ὁ δημιουργὸς περιέκλεισεν. καίτοι εἰ μὴ ἐπεφύκει γῆράς τε καὶ λύσιν ὁ οὐρανὸς ὑπομένειν, οὐδ' ἄν, εἰ ἡ πᾶσα ἡ τῶν στοιχείων φύσις ἔξωθεν ὑπάρχουσα προσέβαλεν αὐτῷ, ἔπαθεν ἄν τί ποτε παρ' αὐτῶν τοιοῦτον, οὗ μὴ δεκτικὴ ἡ φύσις αὐτοῦ ἐτύγχανεν· τί γὰρ ἂν καὶ πάθοιεν αἱ ἐν τῷ κόσμῳ λογικαὶ οὐσίαι ὑπὸ τῆς τῶν σωμάτων δραστηρίου δυνάμεως; οὐκ ἄρα τὸ ἀγήρων εἶναι τὸν οὐρανὸν καὶ ἄνοσον διὰ τὸ ἀναλλοίω-