Ancient Greek · ~5 min
Page 236
Joannes Philoponus Phil., De aeternitate mundi 236
Not analysed yet
τούτου ἐν τῷ Τιμαίῳ φησίν· ‘λεῖον δὲ δὴ πᾶν ἔξωθεν αὐτὸν ἀπηκρίβου πολλῶν χάριν· ὀμμάτων τε γὰρ ἐπεδεῖτο οὐδὲν (ὁρατὸν γὰρ οὐδὲν ἔξωθεν ὑπελείπετο) οὐδὲ ἀκοῆς (οὐδὲ γὰρ ἀκουστόν) πνεῦμά τε οὐκ ἦν περιεστὸς δεόμενον ἀναπνοῆς, οὐδ' αὖ τινος ἐπεδέησεν ὀργάνου ἔχειν, ᾧ τὴν μὲν εἰς αὑτὸ τροφὴν δέξοιτο, τὴν δὲ πρότερον ἐξικμασμένην ἀποπέμψοι πάλιν· ἀπῄει τε γὰρ <οὐδὲν> οὔτε προσῄει αὐτῷ ποθέν· οὐδὲ γὰρ ἦν· αὐτὸ γὰρ ἑαυτῷ τροφὴν τὴν ἑαυτοῦ φθίσιν παρέχον καὶ πάντα ἐν αὑτῷ καὶ ὑφ' ἑαυτοῦ πάσχον καὶ δρῶν ἐκ τέχνης γέγονεν· ἡγήσατο γὰρ αὐτὸ ὁ ξυνθεὶς αὔταρκες ὂν ἄμεινον ἔσεσθαι μᾶλλον ἢ προσδεὲς ἄλλων’. οὐκοῦν καὶ τὸ ἀνενδεὲς αὐτῷ ὑπάρχειν οὐ διὰ τὸ φύσει ἀνενδεές φησιν ἀλλὰ διὰ τὸ μηδενὸς τῶν ἔξωθεν προσδεῖσθαι· οὐ γάρ, ὥσπερ τὰ ἡμέτερα σώματα τὴν τοῦ λείποντος ἀναπλήρωσιν ἔξωθεν δέχεται, οὕτω καὶ ὁ σύμπας κόσμος, ἀλλ' αὐτὸς ὑφ' ἑαυτοῦ πάσχει καὶ αὐτὸς εἰς ἑαυτὸν δρᾷ, μέρους μὲν δηλονότι ποιοῦντος μέρους δὲ πάσχοντος, καὶ ἡ ἄλλου μέρους φθορὰ ἄλλου τροφὴ καὶ αὔξησις γίνεται. οὗ δὲ τὰ μέρη φθοραῖς καὶ ἀλλοιώσεσιν ὑποπέπτωκεν, τούτου καὶ τὸ ὅλον τοῖς αὐτοῖς ὑποκεῖσθαι ἀνάγκη, εἴπερ καὶ τὸ ὅλον οὐδὲν ἕτερόν ἐστιν ἢ πάντα τὰ μέρη· ὅθεν δεῖται τοῦ ἐπισκευάζοντος αὐτὸ καὶ ἀνυφαίνοντος. οὔκουν ἀπαθὴς καὶ ἀνενδεὴς ὁ κόσμος, ἀλλὰ τῶν ἔξωθεν ἀνενδεὴς καὶ