Ancient Greek · ~6 min
Page 237
Joannes Philoponus Phil., De aeternitate mundi 237
Not analysed yet
ὑπὸ τῶν ἔξωθεν ἀπαθὴς διὰ τὸ μηδὲ εἶναί τι ἔξωθεν, αὐτὸς δὲ ὑφ' ἑαυτοῦ πάσχει τε καὶ φθίνει. τὸ δὲ τοιοῦτον οὔτε ἀπαθὲς φύσει οὔτε ἀθάνατον· οὐδὲν γὰρ τῶν κατὰ φύσιν ἀθανάτων οἷον τὰ λογικὰ οὐδὲ κατὰ μέρη πάσχειν τι ἢ φθίνειν πέφυκεν, ἐπεὶ καὶ ἀμερίστου καὶ ἁπλῆς ὑπάρχει φύσεως πᾶν εἴ τί περ ἔστιν κατὰ φύσιν ἀθάνατον. οὐκοῦν, εἰ μὴ φύσει ἀθάνατος ὁ κόσμος, ἀλλ' ἐπίκτητον καὶ ἐπισκευαστὴν ἔξωθεν τὴν ἀθανασίαν εἰσδέχεται, φύσει δήπου ἐστὶν θνητός· εἰ δὲ φύσει θνητὸς κατὰ Πλάτωνα, εὐλόγως ἀρχὴν αὐτῷ τοῦ εἶναι δίδωσιν. καὶ οὕτως οὐδὲν μαχόμενον ἑαυτῷ ἐν τούτοις ὁ Πλάτων ὑπέθετο καὶ γενητὸν εἶναι λέγων τὸν κόσμον καὶ φύσει θνητὸν καὶ τὴν ἀθανασίαν μεθεκτὴν αὐτῷ καὶ ὑπὲρ φύσιν παρὰ τοῦ δημιουργήσαντος αὐτὸν ἐπιγίνεσθαι. ὅτι δὲ οὐδὲ τὸν Πρόκλον ταῦτα ἔλαθεν, ἀλλ' οἶδεν καὶ αὐτὸς ἀκριβῶς ὅσον ἐπὶ τῇ οἰκείᾳ φύσει τὸν κόσμον τὸ ἀεὶ εἶναι οὐκ ἔχοντα διὰ τὸ πᾶσαν τὴν σωματικὴν φύσιν ὑπὸ πεπερασμένης συνέχεσθαι δυνάμεως, τὸ δὲ ἀεὶ εἶναι αὐτῷ ἑτέρωθεν ἐπίκτητον προσγίνεσθαι, νῦν δὲ ἡμᾶς ἑκὼν παραλογίζεται τὸ μὴ φθείρεσθαι τὸν κόσμον ἁπλῶς κατὰ Πλάτωνα λαμβάνων καὶ μὴ προσδιοριζόμενος, πῶς τουτό φησιν ὁ Πλάτων, καὶ ἐκ τούτου συνάγων, ὅτι καὶ ἀγένητον τὸν κόσμον κατὰ χρόνον εἶναι οἴεται, δῆλον ἡμῖν ἔσται ἐκ πολλῶν ὀλίγας αὐτοῦ παραθεμένοις χρήσεις. διότι τὸ ἀεὶ ὂν τὸ νοητὸν μόνον εἶναί φησιν, πᾶν δὲ τὸ αἰσθητὸν γινόμενον εἶναι καὶ ἀπολλύμενον ὂν δὲ