Ancient Greek · ~5 min
Page 238
Joannes Philoponus Phil., De aeternitate mundi 238
Not analysed yet
οὐδέποτε, ἀπολογούμενος ὑπὲρ Πλάτωνος ὁ Πρόκλος πρὸς ἄλλοις πλείοσι καὶ ταῦτα προστέθηκεν. Πρόκλου ἐκ τοῦ λόγου, ὃς ἐπιγέγραπται ‘ἐπίσκεψις τῶν πρὸς Πλάτωνος Τίμαιον ὑπ' Ἀριστοτέλους ἀντειρημένων’. ‘Τοῦτο τοίνυν μόνον δεῖ λαβεῖν, εἰ καὶ τὸ οὐράνιον σῶμα δεῖ γινόμενον ὀνομάζειν καὶ τὸν ὅλον κόσμον ὡσαύτως. πῶς δὲ οὐ δεῖ καὶ ἐξ ὧν αὐτὸς δίδωσιν ἡμῖν οὑτωσὶ λέγειν; οὐδὲν γάρ φησι σῶμα πεπερασμένον δύναμιν ἄπειρον ἔχειν, καὶ δέδειχεν ἐν ὀγδόῳ τοῦτο τῆς φυσικῆς ἀκροάσεως. εἰ οὖν ὁ κόσμος πεπέρασται (καὶ γὰρ τοῦτο δέδειχεν αὐτός), ἀνάγκη μὴ ἔχειν αὐτὸν δύναμιν ἄπειρον. ἀλλὰ μὴν δεδείχαμεν, ὅτι ὁ αἰὼν ἄπειρός ἐστιν δύναμις, ἐν τοῖς ἔμπροσθεν λόγοις. οὐκ ἄρα ὁ κόσμος αἰώνιον ἔχει τὴν ὑπόστασιν μὴ ἔχων ἄπειρον δύναμιν. εἰ δὲ μὴ ἔχῃ τὴν ὑπόστασιν αἰώνιον (τὸ γὰρ τοιοῦτον αἰῶνος μετέχει, τὸ δὲ μετέχον αἰῶνος ἀπείρου δυνάμεως μετέχει), ἀνάγκη μὴ εἶναι τὸν κόσμον ἀεί· τὸ γὰρ ἀεὶ εἶναι καὶ αὐτὸς ἴδιον εἶναί φησιν τοῦ αἰῶνος ἀπὸ τούτου λέγων καὶ τὴν ἐπωνυμίαν εἰληφέναι τὸν αἰῶνα.’ οὕτω δείξας ὁ Πρόκλος, ὅτι κατὰ τὰ Ἀριστοτέλει δοκοῦντα οὐ τῶν ἀεὶ ὄντων ἐστὶν ὁ κόσμος, δείκνυσιν ἐφεξῆς, ὅτι τὸ ἀεὶ γίνεσθαι αὐτῷ