Ancient Greek · ~6 min
Page 241
Joannes Philoponus Phil., De aeternitate mundi 241
Not analysed yet
τῆς οἰκείας αὐτὸ μεθίστησι φύσεως καὶ ὁμοφυὲς ἐκείνῳ ποιεῖ, ἀφ' οὗ ἡ τοιαύτη αὐτῷ πέφυκε δύναμις· ἐπεὶ καὶ ὁ ὑπὲρ τὰς κορυφὰς τῶν ὀρῶν διατεταμένος αἰθὴρ τῷ οὐρανίῳ συγκυκλούμενος σώματι καὶ ὑπὲρ τὴν οἰκείαν φύσιν τὴν κίνησιν ταύτην κινούμενος, ὡς Ἀριστοτέλει δοκεῖ, οὐδὲν ἧττον καὶ οὗτος τῶν εὐθυφορουμένων ἐστὶν σωμάτων οὐδὲ χαρακτηριστικὴν ἕξει τῆς οἰκείας οὐσίας τὴν κίνησιν, ὡς διὰ τοῦτο καὶ αὐτὸν ὁμοειδῆ τῷ οὐρανίῳ σώματι λέγεσθαι. ἀλλ' οὐδὲ τὰς ἐνθουσιώσας τῶν ψυχῶν καὶ ὑπὲρ τὴν οἰκείαν φύσιν γινωσκούσας ‘τά τ' ἐόντα τά τε ἐσόμενα πρό τ' ἐόντα’ ἑτέρας ἂν εἴποιμεν οὐσίας παρὰ τὰς λοιπὰς διὰ τὴν θεόθεν αὐταῖς ἐπιφοιτήσασαν δύναμιν. ἤδη δὲ καί τινες τῶν παρ' Ἕλλησιν ὡς αὐτοὶ φαῖεν ἂν θεοφορήτων, ἐγὼ δὲ φήσαιμι ἂν κατόχων δαίμοσιν πονηροῖς ξίφεσιν ὡς λόγος τὰ οἰκεῖα διατέμνοντες σώματα καὶ διὰ πυρὸς ἰόντες οὐδὲν ὧν πέφυκεν πάσχειν ὑπὸ πυρός τε καὶ σιδήρου τὰ σώματα, ὥς φασιν, ὑπομένουσιν· καὶ οὐ δήπου διὰ τοῦτο ἑτέρας ἂν φήσαιεν καὶ οὐ τῆς τῶν σωμάτων εἶναι αὐτὰ φύσεως ἢ τὸ ἀπαθὲς αὐτοῖς διὰ τοῦτο προσεῖναι καὶ ἄφθαρτον. οὕτω δὴ οὖν καὶ εἰ τὸ πᾶν τόδε ἔκ τινος ὑπερτέρας δυνάμεως ἐπιχορηγεῖται κατὰ Πλάτωνα τὸ ἀδιάλυτον, οὐκ ἤδη διὰ τοῦτο καὶ τῆς τῶν ἀφθάρτων τε καὶ ἀεὶ ὄντων φύσεως ἔσται ἀλλ', ἐπεὶ φύσει φθαρτόν ἐστιν, καὶ γενητὸν ἐξ ἀνάγκης ἔσται. ἅπερ δὲ ἐν τῷ τρισκαιδεκάτῳ κεφαλαίῳ τοῦ εἰρημένου λόγου τίθησιν ὁ Πρόκλος πρὸς Ἀριστοτέ-