Ancient Greek · ~4 min
Page 242
Joannes Philoponus Phil., De aeternitate mundi 242
Not analysed yet
λην ἐγκαλοῦντα, ὡς φύσει φθαρτὸν εἶναι λέγει τὸν κόσμον ὁ Πλάτων διὰ δὲ τὴν τοῦ θεοῦ βούλησιν ἄφθαρτον εἶναι, πείθειν ἡμᾶς ὁ Πρόκλος ἐπιχειρῶν, ὅτι καὶ ἐκ τῆς οἰκείας φύσεως ὁ κόσμος καὶ ἐκ τῆς τοῦ θεοῦ βουλήσεως ἔχει τὸ ἄφθαρτον, ὡς μηδὲν ἀναγκαῖον ἔχοντα καὶ αὐτὸν ἑαυτῷ καὶ Πλάτωνι καὶ τῇ ἀληθείᾳ δεικνύντα μαχόμενον παρίημι λέγειν, ἵνα μὴ περιττὸν ὄχλον ἐπεισάγω τῷ λόγῳ· οὔτε γὰρ ὅτι πᾶν σῶμα πεπερασμένην ἔχει δύναμιν οὔτε ὅτι τὴν πεπερασμένην φθαρτὴν εἶναι ἀνάγκη καὶ εἰς τὸ διηνεκὲς οὐκ ἐπαρκεῖν, οὐκ ἔστιν ὁ ἐλέγχων λόγος. τοιαύτης οὖν οὔσης τῆς τοῦ κόσμου δυνάμεως ἀνάγκη πᾶσα φθαρτὸν εἶναι τοῦτον, ὅσον ἐπὶ τῇ δυνάμει τῆς οἰκείας φύσεως· ὥστε καὶ γενητὸν ἐξ ἀνάγκης, εἴπερ πᾶν τὸ φθαρτὸν καὶ γενητὸν ἐξ ἀνάγκης. ἐνδέχεται ἄρα γενητὸν ὄντα κατὰ χρόνον τὸν κόσμον καὶ διὰ τοῦτο λυτόν τε καὶ θνητὸν ἀπό τινος ὑπερτέρας ἢ κατὰ τὴν αὐτοῦ φύσιν δυνάμεως ἐπίκτητον καὶ ἐπισκευαστὴν τὴν ἀθανασίαν πορίζεσθαι, καὶ οὐχὶ διὰ τὸ μὴ φθείρεσθαι διὰ τοῦτο καὶ ἀγένητος ἔσται, ἐπεὶ μὴ κατὰ τὸν λόγον τῆς οἰκείας φύσεως ἔχῃ τὸ ἄφθαρτον. Τέλος λύσεως τοῦ ἕκτου λόγου.