Ancient Greek · ~5 min
Page 259
Joannes Philoponus Phil., De aeternitate mundi 259
Not analysed yet
τοῦτο δεήσει λόγων· εἰ δὲ ἱκανῶς ἡμῖν ἐν τῷ πρώτῳ δέδεικται λόγῳ, ὡς ἀδύνατον ἀίδιον εἶναι τὴν τοῦ κόσμου γένεσιν (ὥσπερ οὖν καὶ ἐντελέστερον ἰδίᾳ δειχθήσεται, ἐπειδὰν τὴν ἐκ πασῶν τῶν ἀποριῶν ὄχλησιν ἀποσκευασώμεθα), δῆλον, ὅτι οὐδὲ τὴν κύκλῳ κίνησιν ἀίδιον ἐνδέχεται εἶναι. εἰ οὖν μηδεμία σώματος κίνησις ἀίδιος, οὐδὲ σῶμα ἔσται ἀιδίως κινούμενον οὐδὲ ἡ ψυχὴ ἀίδιον κινεῖ σῶμα. ἐνδέχεται ἄρα τὴν μὲν ψυχὴν τοῦ κόσμου εἶναι ἀίδιον κατὰ Πλάτωνα, τὸν δὲ κόσμον μὴ εἶναι ἀίδιον. ζʹ. Οὐδὲ πάνυ δὲ νῦν ἡμᾶς ὁ περὶ τῆς κύκλῳ κινήσεως κατεπείγει λόγος· περὶ γὰρ τῶν ἡμετέρων ψυχῶν ἐν Φαίδρῳ τὸν λόγον ὁ Πλάτων ποιούμενος καὶ τούτων τὴν ἀθανασίαν ἀποδεῖξαι βουλόμενος ὡρίσατο ψυχῆς οὐσίαν εἶναι τὸ αὐτοκίνητον, τὸ δὲ αὐτοκίνητον ἀρχὴν εἶναι τῆς τῶν σωμάτων κινήσεως. δῆλον δέ που παντί, ὡς οὐδὲν φαίνεται σῶμα ἐν ἡμῖν κυκλικὴν κινούμενον κίνησιν· πᾶν μὲν γὰρ ζῷον ὅλον ἐξ ὅλου τὸν τόπον μετέρχεται, οὐδὲν δὲ τῶν κυκλοφορουμένων σωμάτων ὅλον ἐξ ὅλου τόπον ἀμείβει, πάντα δὲ περὶ τὰ ἴδια κέντρα ἀκίνητα μένοντα περιπολεῖ· οὐδὲν ἄρα ζῷον ἔχει τι σῶμα τὴν κύκλῳ κινούμενον κίνησιν. οὐκ ἄρα κινήσεως ἀρχὴν εἶναι λέγων ὁ Πλάτων τὸ αὐτοκίνητον τῆς κατὰ κύκλον κινήσεως ἀρχὴν αὐτὸ εἶναί φησιν· πάσης μὲν γὰρ ψυχῆς ὅρον εἶναί φησιν τὸ αὐτοκίνητον· οὐ πᾶσα δὲ ψυχὴ κυκλοφορούμενον κινεῖ σῶμα (οὐδὲν