Ancient Greek · ~5 min
Page 258
Joannes Philoponus Phil., De aeternitate mundi 258
Not analysed yet
δὴ καὶ κατ' ἐνέργειαν αἴσθησις ἀλλοίωσίς τις οὖσα τῶν αἰσθήσεων ὅτι γίνεσθαι καὶ φθείρεσθαι πέφυκε, προφανές· οὔτε γὰρ ὁρῶμεν κατὰ συνέχειαν οὔτε ἀκούομεν οὔτε κατ' ἄλλην τινὰ αἴσθησιν αἰσθανόμεθα ὅ τε ὕπνος οὐδὲν ἕτερόν ἐστιν ἢ ἠρεμία αἰσθήσεων. τὰ αὐτὰ καὶ περὶ αὐξήσεως καὶ φθίσεώς φαμεν· οὐ γὰρ ἐπ' ἄπειρον αὔξεται τὰ σώματα, ἀλλ' εἰς τὸ κατὰ φύσιν φθάσαντα μέτρον ἠρεμεῖ· ὥστε καὶ ἡ ἐναντία τῇ αὐξήσει φθίσις πεπέρασται. λείπεται οὖν περὶ τῶν κατὰ τόπον κινήσεων σκοπεῖν, εἴ τις τούτων ἐστὶν ἀίδιος. ὅτι μὲν οὖν τὰ κατ' εὐθεῖαν κινούμενα καὶ ἀρχὴν καὶ πέρας ἔχει τῆς κινήσεως καὶ ὑπὸ ἠρεμίας ἑκατέρωθεν (πρό τε τῆς ἀρχῆς φημι καὶ μετὰ τὸ τέλος) περιέχεται, ἱκανῶς Ἀριστοτέλει δέδεικται· εἰ γὰρ ἡ μὲν κίνησις ἐν μεγέθει, μέγεθος δὲ ἄπειρον οὐκ ἔστιν, οὐδ' ἂν κίνησις κατ' εὐθεῖαν ἄπειρος εἴη. ἀλλ' οὐδὲ ἀνακάμψαι κατὰ συνέχειαν ἄνευ ἠρεμίας ἐνδέχεται κατ' εὐθεῖαν κινούμενα· οἷον τὸ ἄνωθεν κάτω κινηθὲν εἰ ἀνακάμψοι καὶ αὖθις κάτωθεν ἄνω κινηθείη, πάντως ἠρεμία μεταξὺ τῶν ἐναντίων ἔσται κινήσεων· καὶ τοῦτο γὰρ Ἀριστοτέλης ἀπέδειξεν. περὶ δὲ τῆς κατὰ κύκλον κινήσεως, ἣν τὰ οὐράνια κινεῖται σώματα, ὅτι μὲν οὔτε αὕτη ἐστὶν ἀίδιος, ἐντελέστερον μὲν ἐν ταῖς πρὸς Ἀριστοτέλην περὶ τῆς τοῦ κόσμου ἀιδιότητος ἀντιρρήσεσιν θεοῦ διδόντος ἀποδειχθήσεται· πλειόνων γὰρ ἡμῖν πρὸς