Ancient Greek · ~6 min
Page 261
Joannes Philoponus Phil., De aeternitate mundi 261
Not analysed yet
καὶ ἀρχὴ κινήσεως ἡ ψυχή, οὐκ ἄρα τῆς κατὰ τόπον κινήσεως ἀρχὴν εἶναί φησιν τὴν ψυχὴν ὁ Πλάτων· ἡ δὲ κύκλῳ κίνησις κατὰ τόπον ἐστὶν κίνησις· καὶ ἐξ αὐτῶν ἄρα τῶν ὑπὸ τοῦ Πρόκλου λεγομένων δέδεικται, ὡς οὐ τῆς κύκλῳ κινήσεως ἀρχὴν εἶναί φησιν ὁ Πλάτων τὸ αὐτοκίνητον. οὐδεμία δὲ τῶν ἄλλων κινήσεων ἀίδιος εἶναι παρὰ πᾶσιν ὡμολόγηται· οὐκ ἄρα κινήσεως ἀιδίου ἀρχὴν εἶναί φησιν ὁ Πλάτων τὸ αὐτοκίνητον. ὥστε οὐδὲ εἰ τῇ τοῦ παντὸς ψυχῇ ὁ τῶν ἡμετέρων ψυχῶν ἐφαρμόζοι ὁρισμός, ἤδη διὰ τοῦτο ἀνάγκη τῷ ἀγένητον καὶ ἄφθαρτον λέγεσθαι τὴν ψυχὴν παρὰ τοῦ Πλάτωνος καὶ τὸν κινούμενον ὑπ' αὐτῆς κόσμον ἀγένητον εἶναι καὶ ἄφθαρτον. ηʹ. Ἀλλὰ δὴ κἂν πάσης κινήσεως καὶ αὐτῆς τῆς κατὰ τόπον ἀρχὴν εἶναι θῶμεν τὸ αὐτοκίνητον, οὐδ' οὕτως οὐδεμία φαίνεται ἀνάγκη ἅμα τῇ ψυχῇ καὶ τὸ κινούμενον ὑπ' αὐτῆς εἶναι σῶμα. ἀρχὴν μὲν γὰρ οὖσαν κινήσεως τὴν ψυχὴν ἀγένητον εἶναί φησιν ὁ Πλάτων (τὴν γὰρ ἀρχὴν εἶναι ἀγένητον) οὐ καλῶς λέγων, ὡς ἔμοιγε φαίνεται· ἐπεὶ καὶ αἱ ἄλογοι ψυχαὶ <ἀρχαὶ> τῆς τῶν ἀλόγων σωμάτων εἰσὶν κινήσεως αὐτοκίνητοι καὶ αὐταὶ κατὰ Πλάτωνα οὖσαι καὶ διὰ τοῦτο ἑκάστη κινήσεως οὖσα ἀρχή, ἀλλ' ὅμως οὐκ ἀγένητοι· καὶ τῆς ἐν τῷ λίθῳ δὲ κατὰ φύσιν ἐπὶ τὸ κάτω κινήσεως ἡ ἐν αὐτῷ φύσις ἐστὶν αἰτία καὶ ἀρχὴ καὶ ἡ ἐν τῷ πυρὶ τῆς ἐπὶ τὸ ἄνω, καὶ οὐδεὶς ἂν εἰπεῖν τολμήσειεν, ὡς ἡ ἐν τοῖς μερικοῖς σώμασιν φύσις ἐστὶν ἀγένητος. πλὴν κἂν συγχωρηθείη κατὰ Πλάτωνα ἀγένητος εἶναι ἡ ψυχὴ καὶ ἀρχὴ κινήσεως,