Ancient Greek · ~6 min
Page 262
Joannes Philoponus Phil., De aeternitate mundi 262
Not analysed yet
οὐδεμία ἀνάγκη φαίνεται ἅμα τῇ ἀρχῇ καὶ τὰ ὧν ἐστιν ἀρχὴ εἶναι, ἐπεὶ μὴ ἐν τούτῳ οὐσίωται ἡ ψυχὴ ἐν τῷ εἶναι κινήσεως σώματος ἀρχή, ὡς δέδεικται· καὶ γὰρ ὁ οἰκοδόμος τῆς κατὰ τὴν οἰκοδομίαν κινήσεως αἴτιός ἐστιν καὶ ἀρχὴ καὶ ὁ διδάσκαλος τῆς κατὰ τὸ μανθάνειν τοῦ μαθητοῦ κινήσεως, ἀλλ' οὐχ ἅμα τῷ εἶναι τὸν οἰκοδόμον ἢ τὸν διδάσκαλον εὐθὺς καὶ τὸ οἰκοδομούμενον ἔστιν ἢ διδασκόμενον, ἐπεὶ μὴ ἐν τούτῳ τὸ εἶναι ἔχουσιν ὅ τε οἰκοδόμος καὶ ὁ διδάσκαλος ἐν τῷ εἶναι ἀρχὴ κινήσεως· καὶ ὁ θεὸς δὲ πρωτίστη ἐστὶν αἰτία καὶ ἀρχὴ πάντων τῶν ὄντων καὶ ἐσομένων, ἀλλ' οὐχ ἅμα τῷ θεῷ τὰ πάντα συνυφέστηκεν, εἴπερ ἔστιν ἐν τῷ παντὶ καὶ γενητὰ καὶ φθαρτά. καὶ τὸ δὴ μεῖζον· ἀνάγκη που πάντως καὶ αὐτῆς <τῆς> τῶν γενητῶν καὶ φθαρτῶν σωμάτων κινήσεως ἀρχὴν εἶναι τὴν ψυχὴν καὶ αἰτίαν· ἀπὸ ψυχῆς γὰρ ἡ τῶν ζῴων γίνεται κίνησις· εἰ τοίνυν καὶ τῆς τοῦ γενητοῦ καὶ φθαρτοῦ σώματος κινήσεως ἀρχή ἐστιν ἡ ψυχή, ἀγένητος δὲ ἡ ψυχὴ κατὰ Πλάτωνα, τὸ δὲ σῶμα τοῦτο οὐκ ἀγένητον, οὐκ ἄρα ἐξ ἀνάγκης ἅμα τῷ εἶναι τὴν ἀρχὴν καὶ αἰτίαν τῆς τοῦ σώματος κινήσεως καὶ τὸ κινούμενον σῶμα εἶναι ἀνάγκη. εἰ γὰρ καὶ συγχωρηθείη μὴ ἀμέσως τὸ φθαρτὸν σῶμα ὑπὸ τῆς ψυχῆς κινεῖσθαι ἀλλὰ διὰ τοῦ ἀιδίου μέσου, ὥς φησιν ὁ Πρόκλος, ἀνάγκη πᾶσα ἢ αὐτὴν τὴν ψυχὴν καὶ τῆς τοῦ φθαρτοῦ σώματος κινήσεως ἀρχὴν εἶναι αὐτοὺς ὑποτίθεσθαι ἢ τὸ ἀίδιον