Ancient Greek · ~6 min
Page 264
Joannes Philoponus Phil., De aeternitate mundi 264
Not analysed yet
οὐκ ἔστιν αὐτῷ τῷ εἶναι τῆς κατ' ἐνέργειαν τῶν σωμάτων ζωῆς ἀρχὴ καὶ αἰτία ἡ ψυχή. εἰ δὲ τῆς καθ' ἕξιν ζωῆς ἀρχὴν καὶ αἰτίαν ἐξ ἀιδίου φησὶν τὴν ψυχὴν καὶ ταύτην ἅμα τῷ εἶναι ἐπιφέρειν τοῖς σώμασιν, πρῶτον μὲν οὐδεμία ἕξις οὐδ' ὅλως δύναμις κίνησίς ἐστιν· εἰ γὰρ ἡ κατ' ἐνέργειαν αἴσθησις καὶ αὔξησις κίνησις, δηλονότι ἡ καθ' ἕξιν καὶ ὅλως ἡ κατὰ δύναμιν ἠρεμία ἂν εἴη αἰσθήσεως καὶ αὐξήσεως· οὐ γὰρ ἐκ κινήσεως εἰς κίνησιν ἡ μεταβολὴ γίνεται ἐπὶ τῶν κατ' εὐθεῖαν κινουμένων ἀλλ' ἐξ ἠρεμίας εἰς κίνησιν, ὥσπερ οὖν καὶ ἐκ κινήσεως εἰς ἠρεμίαν· καὶ τῶν λοιπῶν ὁ αὐτὸς λόγος· οὐκ ἄρα ἡ κατὰ δύναμιν τῶν σωμάτων ζωὴ κίνησίς ἐστιν, ἠρεμία δὲ μᾶλλον. ὥστε κινήσεως ἀρχὴν εἶναι λέγων τὸ αὐτοκίνητον ὁ Πλάτων οὐκ ἂν εἴη τὴν κατὰ δύναμιν τῶν σωμάτων ζωὴν κίνησιν λέγων. οὐκοῦν οὐκ ἀναγκασθήσεται ἄρα Πλάτων ἐκ τοῦ λέγειν κινήσεως ἀρχὴν εἶναι τὸ αὐτοκίνητον, τὸ δ' αὐτοκίνητον ἀγένητον εἶναι καὶ ἄφθαρτον καὶ τὸν κόσμον ἀγένητον εἶναι λέγειν καὶ ἄφθαρτον, εἰ μήτε ἡ καθ' ἕξιν τῶν σωμάτων ζωὴ κίνησίς ἐστιν μήτε αἱ κατ' ἐνέργειαν ζωτικαὶ αὐτῶν κινήσεις ἀίδιοί εἰσιν. ὥστε, καθὸ δύναταί ποτε κινεῖν τὸ σῶμα ἡ ψυχή, ἀρχὴν εἶναι κινήσεώς φησιν αὐτὴν καὶ οὐ, καθὸ ἀιδίως κινεῖ· ἄλλως γὰρ συμφωνεῖν ἡ Πλάτωνος ὑπόθεσις τῇ φύσει τῶν πραγμάτων οὐ δύναται, ὡς ἀπεδείξαμεν. ὥστε, εἰ δεῖ τὸν Πλάτωνα μήτ' ἀσυλλόγιστα συλλογίζεσθαι, ἀεὶ μὲν δυνάμει ἀρχὴν εἶναι κινήσεως λέγειν τὸ αὐτοκίνητον, οὐκ ἀεὶ δὲ ἐνεργείᾳ.