Ancient Greek · ~6 min
Page 265
Joannes Philoponus Phil., De aeternitate mundi 265
Not analysed yet
ιʹ. Εἰ δέ τις καὶ κίνησιν τὴν καθ' ἕξιν τῶν σωμάτων ζωὴν συγχωρήσειεν ἢ εἶναι ἢ λέγεσθαι, ὡς τῷ Πρόκλῳ δοκεῖ, ἔστιν τὸν λόγον ἄνωθεν ἀναλαβόντας ἁπλῶς εἰπεῖν, ὡς οὐδ' ὅλως τῆς τοιαύτης τῶν σωμάτων ζωῆς οὔτε τῆς καθ' ἕξιν οὔτε τῆς κατ' ἐνέργειαν ἡ λογικὴ ψυχὴ τοῖς σώμασιν αἰτία οὖσα φαίνεται· εἰ γὰρ ἐξ αὐτῆς ἐφοίτα τοῖς σώμασιν ἡ αἴσθησις ἢ ἡ κίνησις ἢ ἄλλη τις τῶν ἐν τοῖς σώμασιν ἐνθεωρουμένων ζωτικῶν δυνάμεων ἢ ἐνεργειῶν, καθ' ἃς τὰ σώματα ζῆν λέγεται, οὐδὲν ἂν ἔζη λογικῆς μὴ μετέχον οὐσίας· νῦν δὲ καὶ τὰ ἄλογα τῶν ζῴων λογικῆς ἀμοιροῦντα ψυχῆς πασῶν τῶν εἰρημένων ζῴων καὶ καθ' ἕξιν καὶ κατ' ἐνέργειαν μετέχοντα φαίνεται, πολλὰ δὲ καὶ τρανέστερόν τε καὶ ἀκριβέστερον αἰσθάνεταί τε καὶ τῶν ἄλλων τῆς ψυχῆς μετέχει δυνάμεων. δῆλον οὖν, ὅτι οὐ παρὰ τῆς λογικῆς τῶν ψυχῶν οὐσίας ἡ τοιαύτη ζωὴ τοῖς σώμασιν ἐπιγίνεται. τοσοῦτον δὲ μόνον παρὰ τῆς λογικῆς ψυχῆς ἐφήκει τοῖς αὐτῆς μετέχουσι τὸ τὴν ἄλογον ὑπ' αὐτῆς ζωὴν ῥυθμίζεσθαί τε καὶ τάττεσθαι καὶ τοῦτό ἐστιν ζωὴ λογικὴ ἡ τῶν παθητικῶν δυνάμεων τῆς ἀλόγου ψυχῆς κατὰ λόγον εὔτακτος κίνησις· καὶ ὥσπερ ἐπὶ ξυνωρίδος ἵππων, ἣν δὴ καὶ Πλάτων εἰκόνα τῆς ἡμετέρας ψυχῆς παρέλαβεν, τοῦ μὲν ἁπλῶς τὸ σῶμα κινεῖσθαι οἱ ἵπποι εἰσὶν αἴτιοι, τῆς δὲ τεχνικῆς καὶ εὐρύθμου κινήσεως ὁ ἐφεστηκὼς ἡνίοχος, οὕτω δήπου καὶ ἐφ' ἡμῶν τοῦ μὲν ἁπλῶς ζῆν τὰ ἡμέτερα σώματα ἡ ἄλογος ψυχὴ αἰτία καθέστηκεν, τῆς μέντοι τάξεως καὶ ἐμμε-